Ancient Greek · ~7 min
148 to 154
Philo Judaeus, De somniis (lib. i‑ii) 148-154
Not analysed yet
οἱ μὲν γὰρ τὸν μειρακιώδη τῶν ἀσώτων, ἄτιμον, ἀποκήρυκτον, αἰσχρὸν βίον ἐζήλωσαν „ἐπὶ γήραος οὐδῷ“, οἱ δὲ τὸν πανοῦργον καὶ συκοφάντην καὶ ῥᾳδιουργόν, ἀπαρχόμενοι φιλοπραγμοσύνης, ὅτε εἰκὸς ἦν ἤδη καὶ παλαιὰν οὖσαν καταλῦσαι. διὸ χρὴ τὸν θεὸν ποτνιᾶσθαι καὶ λιπαρῶς ἱκετεύειν, ὅπως τὸ ἐπίκηρον ἡμῶν γένος μὴ παρέλθῃ, κελεύσῃ δὲ διαιωνίζειν αὐτοῦ τὸν σωτήριον ἔλεον· χαλεπὸν γὰρ εἰρήνης ἀκράτου γευσαμένους κωλυθῆναι κορεσθῆναι. ἀλλὰ φέρε, δίψης κουφότερόν ἐστι κακὸν ὁ λιμὸς οὗτος, ἔρωτα καὶ πόθον ἔχων παρηγοροῦντας. ὅταν δὲ ἀφ’ ἑτέρας πηγῆς, ἧς θολερὸν καὶ νοσερὸν τὸ νᾶμα, διὰ τὸν τοῦ πιεῖν ἵμερον ἐμφορεῖσθαι δέῃ, τότε ἀνάγκη γλυκυπίκρου πληρουμένους ἡδονῆς ἐν ἀβιώτῳ βίῳ διαζῆν, τοῖς βλαβεροῖς ὡς ὠφελίμοις ἐπιτρέχοντας ἀγνοίᾳ τοῦ συμφέροντος. ἡ δὲ τῶν κακῶν ἀνιαροτάτη φορὰ γίνεται τούτων, ἐπειδὰν αἱ ἄλογοι δυνάμεις τῆς ψυχῆς ἐπιθέμεναι ταῖς τοῦ λογισμοῦ κρατήσωσιν. ἕως μὲν γὰρ ἢ βουκόλια βουκόλοις ἢ ποιμέσι ποίμνια ἢ αἰπόλοις αἰπόλια πειθαρχεῖ, τὰ περὶ τὰς ἀγέλας κατορθοῦται· ἐπειδὰν δὲ ἀσθενέστεροι τῶν θρεμμάτων οἱ ἐπιστατοῦντες ἀγελάρχαι γίνωνται, πλημμελεῖται τὰ πάντα καὶ συμβαίνει ἀταξία μὲν ἐκ τάξεως, ἀκοσμία δ’ ἐξ εὐκοσμίας, ταραχὴ δ’ ἐξ εὐσταθείας καὶ σύγχυσις ἐκ διακρίσεως, ἅτε μηδεμιᾶς ἔτι νομίμου καθεστώσης ἐπιστασίας· εἰ γὰρ ἦν, ἤδη καθῄρητο. τί οὖν; οὐκ οἰόμεθα καὶ ἐν ἡμῖν αὐτοῖς θρεμμάτων μὲν ἀγέλην εἶναι, παρόσον ἀποτέτμηται ψυχῆς τὸ ἄλογον στῖφος, ἀγελάρχην δὲ τὸν ἡγεμόνα νοῦν; ἀλλ’ ἕως μὲν ἔρρωταί τε καὶ ἱκανὸς ἀγελαρχεῖν ἐστιν, ἐνδίκως ἅπαντα καὶ συμφερόντως ἐπιτελεῖται. ὅταν δὲ ἀσθένειά τις ἐπιγένηται τῷ βασιλεῖ, συγκάμνειν ἀνάγκη καὶ τὸ ὑπήκοον· καὶ ὅτε μάλιστα ἠλευθερῶσθαι δοκεῖ, τότε μάλιστα γίνεται ἑτοιμότατον ἆθλον κείμενον τοῖς βουλομένοις αὐτὸ μόνον κονίσασθαι. πέφυκε γὰρ ἀναρχία μὲν ἐπίβουλον, ἀρχὴ δ’ εἶναι σωτήριον, καὶ μάλισθ’ ᾗ νόμος καὶ δίκη τετίμηται· αὕτη δ’ ἐστὶν ἡ σὺν λόγῳ.