Ancient Greek
ΦΙΛΩNΟΣ ΠEΡΙ ΤΟΥ ΘEΟΠEΜΠΤΟΥΣ ΕΙΝΑΙ TΟΥΣ ΟNEΙΡΟΥΣ
Philo Judaeus, De somniis (lib. i‑ii) 159
Not analysed yet
ἁρμόττον δὲ ἂν εἴη πρότερον τὸ πρότερον ἐξετάζειν ὄναρ, ἔστι δὲ τοιόνδε· „ἐν τῷ ὕπνῳ μου ἦν ἄμπελος ἐναντίον μου· ἐν δὲ τῇ ἀμπέλῳ τρεῖς πυθμένες καὶ αὐτὴ θάλλουσα ἀνενηνοχυῖα βλαστούς· πέπειροι βότρυες σταφυλῆς. καὶ τὸ ποτήριον Φαραὼ ἐν τῇ χειρί μου· καὶ ἔλαβον τὴν σταφυλὴν καὶ ἐξέθλιψα αὐτὴν εἰς τὸ ποτήριον, καὶ ἔδωκα τὸ ποτήριον εἰς τὰς χεῖρας Φαραώ“ (Gen. 40, 9 —11).