Ancient Greek · ~7 min
171 to 178
Philo Judaeus, De somniis (lib. i‑ii) 171-178
Not analysed yet
τότε οὐ δυνηθέντες ὅλον τὸ σοφίας στέλεχος βαστάσαι κληματίδα μίαν καὶ βότρυν σταφυλῆς τεμόντες ἤραμεν χαρᾶς σαφέστατον δεῖγμα, κουφότατον ἄχθος, βλάστημα καὶ καρπὸν ὁμοῦ καλοκἀγαθίας ἐπιδειξόμενοι τοῖς διάνοιαν ὀξυδορκοῦσι τὴν εὐκληματοῦσαν καὶ βοτρυηφόρον ἄμπελον (cf. νυμ. 13). ταύτην, ἧς μοῖράν τινα λαβεῖν ἐδυνήθημεν, εὐσκόπως ἐξομοιοῦσιν εὐφροσύνῃ. μαρτυρεῖ δέ μοί τις τῶν πάλαι προφητῶν, ὃς ἐπιθειάσας εἶπεν· „ἀμπελὼν κυρίου παντοκράτορος οἶκος τοῦ Ἰσραήλ“ (Ies. 5,7). ὁ μὲν Ἰσραήλ ἐστι νοῦς θεωρητικὸς θεοῦ τε καὶ κόσμου —καὶ γὰρ ἑρμηνεύεται θεὸν ὁρῶν —,οἶκος δὲ διανοίας ὅλη ψυχή. αὕτη δ’ ἐστὶν ἀμπελὼν ἱερώτατος, τὸ θεῖον βλάστημα καρποφορῶν, ἀρετήν. οὕτω μέντοι τὸ φρονεῖν εὖ, τὸ εὐφροσύνης ἔτυμον, μέγα καὶ λαμπρόν, ὥστε φησὶ Μωυσῆς καὶ θεὸν αὐτῷ μὴ ἀπαξιῶσαι χρῆσθαι, καὶ τότε μάλιστα, ὁπότε τὸ ἀνθρώπων γένος ἐκτρέποιτο μὲν ἁμαρτήματα, ἐπικλίνοι δὲ καὶ ἐπιστρέφοι πρὸς δικαιοσύνην, ἑκουσίῳ γνώμῃ φύσεως νόμοις καὶ θεσμοῖς ἑπόμενον. „ἐπιστρέψει“ γάρ φησι „κύριος ὁ θεός σου εὐφρανθῆναι ἐπὶ σὲ εἰς ἀγαθά, καθότι ηὐφράνθη ἐπὶ τοῖς πατράσι σου, ἐὰν εἰσακούσῃς τῆς φωνῆς αὐτοῦ, φυλάσσειν πάσας τὰς ἐντολὰς καὶ τὰ δικαιώματα καὶ τὰς κρίσεις τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου“ (Deut. 30, 9. 10). τίς ἂν δύναιτο μᾶλλον ἀρετῆς ἵμερον ἢ καλοκἀγαθίας ζῆλον ἐμφῦσαι; βούλει, φησίν, ὦ διάνοια, εὐφραίνεσθαι θεόν; εὐφράνθητι αὐτὴ καὶ ἀνάλωμα μὲν μὴ εἰσενέγκῃς μηδέν —τίνος γὰρ τῶν σῶν χρεῖός ἐστιν; —,ἀλλ’ ἔμπαλιν ὅσα σοι δίδωσιν ἀγαθὰ χαίρουσα δέξαι. διδοὺς γάρ, ὅταν ἄξιοι χάριτος ὦσιν οἱ λαμβάνοντες, εὐφραίνεται· εἰ μὴ νομίζεις, ὅτι οἱ μὲν ὑπαιτίως ζῶντες παραπικραίνειν καὶ παροργίζειν ἐνδίκως λέγοιντ’ ἂν θεόν, οἱ δ’ ἐπαινετῶς οὐχὶ εὐφραίνειν. ἀλλὰ πατέρας μὲν καὶ μητέρας, τοὺς θνητοὺς γονεῖς, οὐδὲν οὕτως ὡς τέκνων εὐφραίνουσιν ἀρεταί, μυρίων ὅσων ἐνδεεῖς ὄντας· τὸν δὲ τῶν ὅλων γεννητὴν καὶ μηδενὸς ἐνδεᾶ τὸ παράπαν οὐχ ἡ καλοκἀγαθία τῶν λεγομένων;