Ancient Greek · ~3 min
224 to 226
Philo Judaeus, De somniis (lib. i‑ii) 224-226
Not analysed yet
παρεμφαίνει δὲ καὶ δύο ἕτερα, ἓν μὲν ὅτι τὸ δίκαιον ἀδιαφορεῖ διαθήκης θεοῦ, ἕτερον δὲ ὅτι οἱ μὲν ἄλλοι χαρίζονται τὰ διαφέροντα τῶν λαμβανόντων, ὁ δὲ θεὸς οὐ μόνον ταῦτα, ἀλλὰ αὐτοὺς ἐκείνους ἑαυτοῖς· ἐμὲ γὰρ ἐμοὶ δεδώρηται καὶ ἕκαστον τῶν ὄντων ἑαυτῷ· τὸ γὰρ „στήσω τὴν διαθήκην μου πρὸς σὲ“ ἴσον ἐστὶ τῷ „σοὶ δωρήσομαι. “σπουδάζουσι δὲ καὶ πάντες οἱ θεοφιλεῖς τὸν φιλοπραγμοσύνης χειμῶνα ἀποδιδράσκοντες, ἐν ᾧ σάλος καὶ κλύδων ἀεὶ κυκᾶται, τοῖς τῆς ἀρετῆς εὐδίοις καὶ ναυλοχωτάτοις ἐνορμίζεσθαι λιμέσιν. οὐχ ὁρᾷς, οἷα περὶ Ἀβραὰμ λέγεται τοῦ σοφοῦ, ὥς ἐστιν „ἑστὼς ἐνώπιον κυρίου“ (Gen. 18, 22) ; πότε γὰρ εἰκὸς δύνασθαι στῆναι διάνοιαν μηκέθ’ ὡς ἐπὶ τρυτάνης ταλαντεύουσαν ἢ ὅτε ἀντικρύς ἐστι θεοῦ, ὁρῶσά τε καὶ ὁρωμένη;