Ancient Greek · ~5 min
228 to 231
Philo Judaeus, De somniis (lib. i‑ii) 228-231
Not analysed yet
καὶ γὰρ τῷ ὄντι τὸ τῷ θεῷ συνεγγίζον οἰκειοῦται κατὰ τὸ ἄτρεπτον αὐτοστατοῦν, καὶ ἠρεμήσας ὁ νοῦς, ἡλίκον ἐστὶν ἀγαθὸν ἠρεμία, σαφῶς ἔγνω καὶ θαυμάσας αὐτῆς τὸ κάλλος ὑπέλαβεν, ὅτι ἢ θεῷ μόνῳ προσκεκλήρωται ἢ τῇ μεταξὺ φύσει θνητοῦ καὶ ἀθανάτου γένους. φησὶ γοῦν· „κἀγὼ εἱστήκειν ἀνὰ μέσον κυρίου καὶ ὑμῶν“ (Deut. 5, 5), οὐχὶ τοῦτο δηλῶν, ὅτι ἐπὶ τῶν ἑαυτοῦ ποδῶν ἠρήρειστο, ἀλλ’ ἐκεῖνο βουλόμενος ἐμφῆναι, ὅτι ἡ τοῦ σοφοῦ διάνοια χειμώνων μὲν καὶ πολέμων ἀπαλλαγεῖσα, νηνέμῳ δὲ γαλήνῃ καὶ βαθείᾳ εἰρήνῃ χρωμένη κρείττων μέν ἐστιν ἀνθρώπου, θεοῦ δὲ ἐλάττων. ὁ μὲν γὰρ ἀγελαῖος ἀνθρώπειος νοῦς σείεται καὶ κυκᾶται πρὸς τῶν ἐπιτυχόντων, ὁ δ’ ἅτε μακάριος καὶ εὐδαίμων ἀμέτοχος κακῶν· μεθόριος δὲ ὁ ἀστεῖος, ὡς κυρίως εἰπεῖν μήτε θεὸν αὐτὸν εἶναι μήτε ἄνθρωπον, ἀλλὰ τῶν ἄκρων ἐφαπτόμενον, ἀνθρωπότητι μὲν θνητοῦ γένους, ἀρετῇ δὲ ἀφθάρτου. τούτῳ παραπλήσιόν ἐστι καὶ τὸ χρησθὲν λόγιον ἐπὶ τοῦ μεγάλου ἱερέως· „ὅταν“ γάρ φησιν „εἰσίῃ εἰς τὰ ἅγια τῶν ἁγίων, ἄνθρωπος οὐκ ἔσται, ἕως ἂν ἐξέλθῃ“ (Lev. 16, 17) ; εἰ δὲ μὴ γίνεται τότε ἄνθρωπος, δῆλον ὅτι οὐδὲ θεός, ἀλλὰ λειτουργὸς θεοῦ, κατὰ μὲν τὸ θνητὸν γενέσει, κατὰ δὲ τὸ ἀθάνατον οἰκειούμενος τῷ ἀγενήτῳ.