Ancient Greek · ~7 min
238 to 244
Philo Judaeus, De somniis (lib. i‑ii) 238-244
Not analysed yet
„ᾤμην“ γάρ φησιν „ἑστάναι ἐπὶ τὸ χεῖλος τοῦ ποταμοῦ“ (Gen. 41, 17). λόγον δὲ συμβολικῶς ποταμὸν εἶναί φαμεν, ἐπειδὴ ἑκάτερος ἔξω τε φέρεται καὶ ῥέων συντόνῳ χρῆται τῷ τάχει καὶ τοτὲ μὲν εὐφορεῖ πλημμύραις ὁὁ μὲν ὕδατος, ὁὁ δὲ ῥημάτων καὶ ὀνομάτων, τοτὲ δὲ ἀφορεῖ χαλώμενος καὶ συνίζων· καὶ ὠφελοῦσι μέντοι ὁ μὲν ἄρδων τὰς ἀρούρας, ὁ δὲ τὰς τῶν φιληκόων ψυχάς, καὶ ἔστιν ὅτε βλάπτουσι κυμήναντες, ὁ μὲν τὴν ὅμορον γῆν ἐπικλύσας, ὁ δὲ ἀνακυκήσας καὶ συγχέας τὸν τῶν οὐ προσεχόντων λογισμόν. οὗτος μὲν εἰκάζεται ποταμῷ. διττὴ δὲ λόγου φύσις, ἡ μὲν ἀμείνων, ἡ δὲ χείρων, ἀμείνων μὲν ἡ ὠφελοῦσα, χείρων δὲ κατὰ τὸ ἀναγκαῖον ἡ βλάπτουσα. παραδείγματα δὲ ἑκατέρας τοῖς δυναμένοις ὁρᾶν ἀνέθηκε Μωϋσῆς ἀριδηλότατα· „ποταμὸς“ γάρ φησι "πορεύεται ἐξ Ἐδὲμ ποτίζειν τὸν παράδεισον· ἐκεῖθεν ἀφορίζεται εἰς τέσσαρας ἀρχάς“ (Gen. 2, 10). καλεῖ δὲ τὴν μὲν τοῦ ὄντος σοφίαν Ἐδέμ, ἧς ἑρμηνεία τρυφή, διότι, οἶμαι, ἐντρύφημα καὶ θεοῦ σοφία καὶ σοφίας θεός, ἐπεὶ καὶ ἐν ὕμνοις ᾄδεται· „κατατρύφησον τοῦ κυρίου“ (Psalm. 36, 4). κάτεισι δὲ ὥσπερ ἀπὸ πηγῆς τῆς σοφίας ποταμοῦ τρόπον ὁ θεῖος λόγος, ἵνα ἄρδῃ καὶ ποτίζῃ τὰ ὀλύμπια καὶ οὐράνια φιλαρέτων ψυχῶν βλαστήματα καὶ φυτά, ὡσανεὶ παράδεισον. ὁ δὲ ἱερὸς οὗτος λόγος ἀφορίζεται εἰς τέσσαρας ἀρχάς, λέγω δὲ εἰς τὰς τέσσαρας ἀρετὰς σχίζεται, ὧν ἑκάστη βασιλίς ἐστι· τὸ γὰρ ἀφορίζεσθαι εἰς ἀρχὰς οὐ τοπικοῖς ὅροις, ἀλλὰ βασιλείᾳ ἔοικεν, ἵν’ ἐπιδείξας τὰς ἀρετὰς εὐθὺς ἀποφήνῃ καὶ τὸν χρώμενον αὐταῖς σοφὸν βασιλέα, κεχειροτονημένον οὐ πρὸς ἀνθρώπων, ἀλλ’ ὑπὸ τῆς ἀψευδοῦς καὶ ἀδεκάστου καὶ μόνης ἐλευθέρας φύσεως. λέγουσι γὰρ τῷ Ἀβραὰμ οἱ κατιδόντες αὐτοῦ τὸ ἀστεῖον· „βασιλεὺς παρὰ θεοῦ εἶ σὺ ἐν ἡμῖν“ (Gen. 23, 6), δόγμα τιθέμενοι τοῖς περὶ φιλοσοφίαν διατρίβουσιν, ὅτι μόνος ὁ σοφὸς ἄρχων καὶ βασιλεὺς καὶ ἡ ἀρετὴ ἀνυπεύθυνος ἀρχή τε καὶ βασιλεία.