Ancient Greek · ~2 min
246 to 247
Philo Judaeus, De somniis (lib. i‑ii) 246-247
Not analysed yet
ἔστι δὲ καὶ ἕτερον ᾆσμα τοιοῦτον· „τὸ ὅρμημα τοῦ ποταμοῦ εὐφραίνει τὴν πόλιν τοῦ θεοῦ“ (Psalm. 45, 5). ποίαν πόλιν; ἡ γὰρ νῦν οὖσα ἱερὰ πόλις, ἐν ᾗ καὶ ἅγιος νεώς ἐστι, μακρὰν ὥσπερ θαλάττης καὶ ποταμῶν συνῴκισται· ὡς δῆλον εἶναι, ὅτι τοῦ προφανοῦς ἕτερόν τι βούλεται δι’ ὑπονοιῶν παραστῆσαι. τῷ γὰρ ὄντι τοῦ θείου λόγου ῥύμη ***καὶ συνεχῶς μεθ’ ὁρμῆς ἐν τάξει φερομένη πάντα διὰ πάντων ἀναχεῖ τε καὶ εὐφραίνει.