Ancient Greek · ~3 min
254 to 256
Philo Judaeus, De somniis (lib. i‑ii) 254-256
Not analysed yet
μηδὲν οὖν διαφερέτω σοι ἢ ὅρασιν εἰρήνης ἢ ὅρασιν θεοῦ τὸ αὐτὸ ὑποκείμενον ὀνομάζειν, ὅτι δὲ τῶν πολυωνύμων τοῦ ὄντος δυνάμεων οὐ θιασώτης μόνον, ἀλλὰ καὶ ἔξαρχός ἐστιν εἰρήνης. καὶ Ἀβραὰμ μέντοι τῷ σοφῷ δώσειν φησὶ κλῆρον γῆς „ἀπὸ τοῦ ποταμοῦ Αἰγύπτου ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου Εὐφράτου" (Gen. 15, 18), οὐ χώρας ἀποτομὴν μᾶλλον ἢ τὴν περὶ αὐτοὺς ἡμᾶς ἀμείνω μοῖραν. Αἰγύπτου μὲν γὰρ ἀπεικάζεται ποταμῷ τὸ ἡμέτερον σῶμα καὶ τὰ ἐν αὐτῷ καὶ δι’ αὐτοῦ ἐγγινόμενα πάθη, τῷ δὲ Εὐφράτῃ ψυχὴ καὶ τὰ φίλα ταύτῃ. δόγμα δὴ τίθεται βιωφελέστατον καὶ συνεκτικώτατον, ὅτι ὁ σπουδαῖος κλῆρον ἔλαχε ψυχὴν καὶ τὰς ψυχῆς ἀρετάς, ὥσπερ ὁ φαῦλος ἔμπαλιν σῶμα καὶ τὰς σώματος καὶ διὰ σώματος κακίας.