Ancient Greek
98 to 99
Philo Judaeus, De somniis (lib. i‑ii) 98-99
Not analysed yet
μηδεὶς οὖν ἔτι κατηγορεῖν ἐπιτολμάτω τῶν τοσούτων τὰς ἀρετὰς ἀνδρῶν ὡς μισανθρώπου καὶ μισαδέλφου δεῖγμα ἤθους ἐκφερόντων, ἀλλὰ μαθών, ὅτι οὐκ ἄνθρωπος ὁ νῦν ἐπικρινόμενός ἐστιν, ἀλλὰ τῶν ἐν ἑκάστου τῇ ψυχῇ τρόπων ὁ δοξομανὴς καὶ φιλότυφος, ἀποδεχέσθω τοὺς ἄσπονδον ἔχθραν καὶ μῖσος ἀκατάλλακτον πρὸς αὐτὸν αἰρομένους καὶ μηδέποτε τὸν στυγηθέντα πρὸς ἐκείνων στερξάτω, γνοὺς ἀκριβῶς, ὅτι οἱ τοιοῦτοι δικασταὶ γνώμης οὐκ ἄν ποτε ἐσφάλησαν ὑγιοῦς, ἀλλὰ μαθόντες καὶ παιδευθέντες ἐξ ἀρχῆς τὸν ὄντως βασιλέα, τὸν κύριον, προσκυνεῖν τε καὶ τιμᾶν ἀγανακτοῦσιν, εἴ τις τὴν θεοῦ τιμὴν νοσφίζεται καὶ τοὺς ἱκέτας αὐτοῦ μετακαλεῖ πρὸς τὴν ἰδίαν θεραπείαν.