Ancient Greek
1 to 2
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 1-2
Not analysed yet
Τὰ μὲν γένη τῶν ἐν εἴδει νόμων, οἱ προσαγορευόμενοι δέκα λόγοι, διὰ τῆς προτέρας ἠκρίβωνται συντάξεως, τὰ δ’ ἐν μέρει διατάγματα κατὰ τὴν τῆς γραφῆς ἀκολουθίαν νῦν ἐπισκεπτέον. ἄρξομαι δ’ ἀπὸ τοῦ γελωμένου παρὰ τοῖς πολλοῖς. γελᾶται δὲ ἡ τῶν γεννητικῶν περιτομή, πρᾶγμα σπουδαζόμενον οὐ μετρίως καὶ παρ’ ἑτέροις ἔθνεσι καὶ μάλιστα τῷ Αἰγυπτιακῷ, ὃ καὶ πολυανθρωπότατον καὶ ἀρχαιότατον καὶ φιλοσοφώτατον εἶναι δοκεῖ.