Ancient Greek · ~2 min
Περὶ περιτομῆς.
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 100
Not analysed yet
συνόλως μὲν οὖν τὴν οἴνου χρῆσιν ἅπασι τοῖς κατὰ τὸν βίον ἀλυσιτελεστάτην ὑποληπτέον, ψυχῆς πιεζομένης, αἰσθήσεων ἀμαυρουμένων, βαρυνομένου σώματος —ἐλεύθερον γὰρ καὶ ἄφετον οὐδὲν ἐᾷ τῶν παρ’ ἡμῖν, ἀλλ’ ἑκάστῳ πρὸς ὃ πέφυκεν ἐμπόδιός ἐστιν —,ἐν δὲ ταῖς ἁγιστείαις καὶ ἱερουργίαις τὸ βλάβος ἀργαλεώτερον, ὅσῳ καὶ τὸ περὶ θεὸν ἐξαμαρτεῖν τοῦ περὶ ἄνθρωπον ἀφορητότερον. ὅθεν εἰκότως προστέτακται νηφαλίους θύειν, „εἰς διαστολὴν καὶ διάκρισιν ἁγίων καὶ βεβήλων καὶ καθαρῶν καὶ ἀκαθάρτων“ καὶ νομίμων καὶ παρανόμων.