Ancient Greek · ~2 min
104 to 105
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 104-2-105
Not analysed yet
Τοσαῦτ’ ἐν τῷ παρόντι περὶ φαρμακευτῶν ἀποχρώντως λελέχθω. προσήκει μέντοι μηδὲ τοῦτ’ ἀγνοεῖν, ὅτι καιροὶ συμπίπτουσιν ἀβούλητοι πολλάκις, ἐν οἷς ἀνδροφονεῖ τις οὐκ ἐπὶ τοῦτ’ ἐλθὼν ἢ παρεσκευασμένος, ἀλλ’ ἐξαπιναίως ἁρπασθεὶς ὑπ’ ὀργῆς, ἀνηκέστου καὶ ἐπιβούλου πάθους, ὃ καὶ τὸν ἔχοντα καὶ τὸν καθ’ οὗ γίνεται τὰ μέγιστα βλάπτει. προελθὼν γὰρ ἔστιν ὅτε εἰς ἀγορὰν ἕνεκα πραγματείας ἐπειγούσης, ἐντυχών τινι προπετεστέρῳ κακηγορεῖν ἢ τύπτειν ἐπιχειροῦντι ἢ καὶ αὐτὸς ἄρξας τῆς πρὸς ἐκεῖνον διαφορᾶς, συμπλοκῆς γενομένης, ὑπὲρ τοῦ διαζευχθῆναι καὶ θᾶττον ἐκφυγεῖν ἢ πὺξ ἔπαισε τῇ χειρὶ ἢ λίθον ἀράμενος ἔρριψε·