Ancient Greek · ~4 min
107 to 110
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 107-110
Not analysed yet
καταθεὶς δ’ ἀπηλλάχθω τῆς ἐπὶ τῷ θανάτῳ τιμωρίας, κἂν ὕστερον ὁ τὴν πληγὴν λαβὼν τελευτήσῃ· τάχα γὰρ οὐκ ἀπὸ τῆς πληγῆς, ἐπειδὴ ῥᾴων γενόμενος εἰς περίπατον προῆλθεν, ἀλλὰ καθ’ ἑτέρας αἰτίας, αἳ καὶ τοὺς ὑγιεινοτάτους τὰ σώματα πολλάκις ἐξαίφνης ἐπιθέμεναι διέφθειραν. ἐὰν δὲ συμπλακεὶς γυναικί τις ἐγκύῳ πληγὴν ἐμφορήσῃ κατὰ τὴν γαστέρα, ἡ δὲ ἀμβλώσῃ, ἐὰν μὲν ἄπλαστον καὶ ἀδιατύπωτον τὸ ἀμβλωθὲν τύχῃ, ζημιούσθω, καὶ διὰ τὴν ὕβριν καὶ ὅτι ἐμποδὼν ἐγένετο τῇ φύσει ζῳογονῆσαι τὸ κάλλιστον τεχνιτευούσῃ καὶ δημιουργούσῃ ζῷον, ἄνθρωπον· εἰ δὲ ἤδη μεμορφωμένον, ἁπάντων μελῶν τὰς οἰκείους τάξεις καὶ ποιότητας ἀπειληφότων, θνῃσκέτω. τὸ γὰρ τοιοῦτον ἄνθρωπός ἐστιν, ὃν ἐν τῷ τῆς φύσεως ἐργαστηρίῳ διεχρήσατο μήπω καιρὸν εἶναι νομιζούσης εἰς φῶς προαγαγεῖν, ἐοικὸς ἀνδριάντι ἐν πλαστικῇ κατακειμένῳ, πλέον οὐδὲν ἢ τὴν ἔξω παραπομπὴν καὶ ἄνεσιν ἐπιζητοῦντι. Διὰ ταύτης τῆς προστάξεως καὶ ἕτερόν τι μεῖζον ἀπηγόρευται, βρεφῶν ἔκθεσις, ὃ παρὰ πολλοῖς τῶν ἄλλων ἐθνῶν ἕνεκα τῆς φυσικῆς ἀπανθρωπίας χειρόηθες ἀσέβημα γέγονεν.