Ancient Greek · ~2 min
109 to 110
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 109-110
Not analysed yet
ἄλλως τε τὸν ἀρχιερέα πλείονος ἐδικαίωσεν ἁγιστείας καὶ καθάρσεως ὥσπερ ἐν ἅπασι τοῖς ἄλλοις καὶ ἐν γάμου κοινωνίᾳ μεταλαχεῖν, οὐκ ἐάσας ὅτι μὴ κόρην ἄγεσθαι· τοῖς δὲ τῆς δευτέρας τάξεως ὑπανῆκε τὰ περὶ συνόδους γυναικῶν, ἐφιεὶς καὶ πεπειραμένας ἑτέρων ἀνδρῶν ἐγγυᾶσθαι. πρὸς δὲ τούτῳ καὶ τὸ γένος ἠκρίβωσε τῶν μελλουσῶν γαμεῖσθαι, προστάξας τῷ μὲν ἀρχιερεῖ μνᾶσθαι μὴ παρθένον μόνον ἀλλὰ καὶ ἱέρειαν ἐξ ἱερέων, ἵν’ ἐκ μιᾶς οἰκίας καὶ τρόπον τινὰ τοῦ αὐτοῦ αἵματος ὦσι νυμφίος τε καὶ νύμφη πρὸς ἁρμονίαν ἐπιδειξάμενοι παρ’ ὅλον τὸν βίον κρᾶσιν ἠθῶν βεβαιοτάτην.