Ancient Greek · ~6 min
114 to 119
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 114-119
Not analysed yet
καὶ γὰρ ἄλλως προσκεκληρωμένος θεῷ καὶ τῆς ἱερᾶς τάξεως γεγονὼς ταξίαρχος ὀφείλει πάντων ἀλλοτριοῦσθαι τῶν ἐν γενέσει, μὴ γονέων, μὴ τέκνων, μὴ ἀδελφῶν εὐνοίας οὕτως ἡττώμενος, ὡς ἢ παρελθεῖν ἢ ὑπερθέσθαι τι τῶν ὁσίων, ὃ πραχθῆναι πάντως αὐτίκα ἄμεινον. κελεύει δὲ μήτε τὰ ἱμάτια περιρρήττειν ἐπὶ τοῖς οἰκειοτάτοις ἀποθανοῦσι μήτε ἀφαιρεῖν ἀπὸ τῆς κεφαλῆς τὰ παράσημα τῆς ἱερωσύνης μήτε συνόλως ἐκ τῶν ἁγίων ἐξιέναι κατὰ πρόφασιν πένθους, ἵνα καὶ τὸν τόπον αἰδούμενος καὶ τὰ περὶ ἑαυτὸν προκοσμήματα οἷς ἀνέστεπται, κρείττων οἴκτου γενόμενος, ἄλυπος εἰς ἀεὶ διατελῇ. βούλεται γὰρ αὐτὸν ὁ νόμος μείζονος μεμοιρᾶσθαι φύσεως ἢ κατ’ ἄνθρωπον, ἐγγυτέρω προσιόντα τῆς θείας, μεθόριον, εἰ δεῖ τἀληθὲς λέγειν, ἀμφοῖν, ἵνα διὰ μέσου τινὸς ἄνθρωποι μὲν ἱλάσκωνται θεόν, θεὸς δὲ τὰς χάριτας ἀνθρώποις ὑποδιακόνῳ τινὶ χρώμενος ὀρέγῃ καὶ χορηγῇ. Ταῦτ’ εἰπὼν ἑξῆς εὐθὺς νομοθετεῖ περὶ τῶν χρησομένων ταῖς ἀπαρχαῖς. ἐὰν οὖν τις, φησί, τῶν ἱερέων ὀφθαλμοὺς ἢ χεῖρας ἢ βάσεις ἤ τι μέρος ἄλλο πηρωθῇ τοῦ σώματος ἢ καί τινα μῶμον ἐνδέξηται, λειτουργιῶν μὲν ἀνεχέτω διὰ τὰς ἐγγενομένας κῆρας, τὰ δὲ κοινὰ τῶν ἱερέων γέρα καρπούσθω διὰ τὴν ἀνυπαίτιον εὐγένειαν. ἐὰν μέντοι λέπραι τινὸς ἐξανθήσασαι κατάσχωσιν ἢ καὶ γονορρυής τις γένηται τῶν ἱερέων, μήτε τραπέζης ἱερᾶς ψαυέτω μήτε τῶν προκειμένων ἄθλων τῷ γένει, μέχρις ἂν ἥ τε ῥύσις ἐπίσχῃ καὶ ἡ λέπρα μεταβαλοῦσα τῷ τῆς ὑγιοῦς σαρκὸς ἐξομοιωθῇ χρώματι. κἂν προσάψηται μέντοι τις ὅτου δήποτε τῶν ἀκαθάρτων ἱερεὺς ἢ καὶ νύκτωρ, οἷα φιλεῖ πολλάκις, ὀνειρώξῃ, τὴν ἡμέραν ἐκείνην μηδὲν προσφερέσθω τῶν καθιερωθέντων, λουσάμενος δ’ ἐπιγενομένης ἑσπέρας χρῆσθαι μὴ κεκωλύσθω.