Ancient Greek
114 to 115
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 114-2-115
Not analysed yet
τὸν μὲν οὖν ἐντὸς τῆς πεντηκονταετίας δυνάμενον ἀναλαβεῖν τὰ οἰκεῖα ἤ τινα τῶν ἐγγυτάτω γένους ἀγχιστέων προκαλεῖται πάσῃ μηχανῇ κατατιθέναι ἣν ἔλαβε τιμὴν καὶ μὴ τῷ πριαμένῳ καθ’ ὃν ἔδει καιρὸν ὠφελήσαντι ζημίας αἴτιον γενέσθαι· τῷ δὲ ἀπόρως ἔχοντι συνεπάθησε καὶ μετέδωκεν ἐλέου τὴν ἀρχαίαν δωρησάμενος αὖθις περιουσίαν, δίχα τῶν κατ’ εὐχὴν ἀφιερωθέντων ἀγρῶν ἐν τῇ τάξει τῶν ἀναθημάτων· ἀνάθημα δ’ οὐχ ὅσιον ἀκυροῦσθαι χρόνῳ· διὸ προστέτακται τὴν ἀξίαν τιμὴν τούτων ἐκλέγειν μηδὲν καταχαρισαμένους τῷ ποιησαμένῳ τὸ ἀνάθημα.