Ancient Greek
117 to 118
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 117-118
Not analysed yet
ὅσαι δὲ τειχῶν ἐντός εἰσι, μέχρι μὲν ἐνιαυτοῦ τὴν ἀναπομπὴν ἐπὶ τοὺς πεπρακότας ἔχουσι, μετὰ δὲ τὸν ἐνιαυτὸν εἰς ἅπαν τοῖς ὠνησαμένοις βεβαιοῦνται, μηδὲν τῆς τοῦ πεντηκοστοῦ ἔτους ἐκεχειρίας βλαπτούσης τοὺς πριαμένους. αἴτιον δὲ τὸ βούλεσθαι καὶ ἐπηλύταις ἱδρύσεως τῆς ἐνταῦθα βεβαίου παρασχεῖν ἀφορμήν· ἐπειδὴ γὰρ μετουσίαν γῆς οὐκ ἔχουσιν, ἅτε μὴ καταριθμηθέντες ἐν ταῖς κληρουχίαις, οἰκιῶν αὐτοῖς κτῆσιν ὁ νόμος ἀπένειμε, φροντίσας τοῦ μὴ μετανάστας γενέσθαι τοὺς τῶν νόμων ἱκέτας καὶ πρόσφυγας.