Ancient Greek · ~5 min
122 to 126
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 122-126
Not analysed yet
οὗ χάριν καὶ τὰ γέρα τῶν ἱερέων οὐ δοτέον ὥσπερ ἄλλοις οὐδὲ τοῖς παροίκοις ἕνεκα τοῦ γειτνιᾶν ἐφαψομένοις ὧν οὐ θέμις· οὐ γὰρ οἰκίας ἀλλὰ γένους ἐστὶν ἡ τιμή. ὁμοίως μέντοι μηδὲ μισθωτῷ μηδεὶς παρεχέτω μήτε μισθὸν μήθ’ ὑπηρεσίας ἀμοιβὴν ἱερὸν γέρας· χρήσεται γὰρ ὁ λαβὼν ἔστιν ὅτε πρὸς ἃ μὴ δεῖ, βέβηλα τὰ τῆς εὐγενείας ἆθλα καὶ τῆς περὶ τὸν νεὼν λειτουργίας ἀπεργασάμενος. δι’ ἣν αἰτίαν οὐδ’ ἀλλογενεῖ συνόλως ὁ νόμος ἐπιτρέπει μεταλαμβάνειν τῶν ἁγίων, κἂν εὐπατρίδης ὢν τυγχάνῃ τῶν αὐτοχθόνων καὶ πρὸς ἀνδρῶν καὶ πρὸς γυναικῶν ἀνεπίληπτος [ὤν], ἵνα αἱ τιμαὶ μὴ νοθεύωνται, μένωσι δ’ ἐν τῇ ἱερατικῇ τάξει βεβαίως φυλαττόμεναι. καὶ γὰρ ἄτοπον τὰς μὲν θυσίας καὶ ἱερουργίας καὶ ὅσα ἄλλα περὶ τὸν βωμὸν ἁγιστεύεται μὴ πᾶσιν ἀλλὰ τοῖς ἱερεῦσι μόνοις ἐπιτετράφθαι, τὰ δὲ ἀντὶ τούτων ἆθλα κοινὰ γίνεσθαι καὶ τῶν ἐπιτυχόντων, ὡς δέον μὲν πόνοις πολλοῖς καὶ καμάτοις καὶ ταῖς μεθ’ ἡμέραν καὶ νύκτωρ φροντίσιν ἀποτρύχειν τοὺς ἱερέας, τὰ δ’ ἆθλα κοινὰ καὶ τοῖς ἀργοῦσιν ἀποφαίνειν. οἰκογενεῖ δέ, φησίν, καὶ ἀργυρωνήτῳ μεταδιδότω δεσπότης ἱερεὺς σιτίων καὶ ποτῶν ἐκ τῶν ἀπαρχῶν· πρῶτον μὲν ὅτι θεράποντι πόρος εἷς ὁ δεσπότης, ὁ δὲ τοῦ δεσπότου κλῆρος αἱ ἱεραὶ φιλανθρωπίαι, ἐξ ὧν ἀνάγκη τὸν δοῦλον τρέφεσθαι·