Ancient Greek
123 to 128
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 123-128
Not analysed yet
ἐπιτρέπει δ’ ἐκ τῶν μὴ ὁμοφύλων [οἵτινες ἐξ ἑτέρων ἐθνῶν εἰσιν] οἰκέτας κτᾶσθαι, βουλόμενος πρῶτον μὲν διαφορὰν οἰκείων τε καὶ ἀλλοτρίων εἶναι, ἔπειτα δὲ μὴ κατὰ τὸ παντελὲς ἀναγκαιότατον κτῆμα, θεράποντας, ἀνεῖρξαι τῆς αὑτοῦ πολιτείας· μυρία γὰρ τῶν ἐν τῷ βίῳ πραγμάτων ποθεῖ τὰς ἐκ δούλων ὑπηρεσίας. Υἱοὶ κληρονόμοι γονέων ἔστωσαν, εἰ δὲ μὴ εἶεν, θυγατέρες. ὡς γὰρ ἐν τῇ φύσει γυναικῶν ἄνδρες πρωτοστατοῦσι, κἀν ταῖς συγγενείαις ἐχέτωσαν προνομίαν διαδεχόμενοι τὰς οὐσίας καὶ τὴν τῶν τετελευτηκότων τάξιν ἐκπληροῦντες ἀνάγκης νόμῳ κατασχεθέντων οὐδὲν θνητὸν καὶ γηγενὲς ἀθανατίζοντι. παρθένοι δὲ ἐὰν ἀπολειφθῶσιν ἀνέκδοτοι, προικὸς ὑπὸ ζώντων ἔτι τῶν γονέων μὴ διωρισμένης, ἰσομοιρείτωσαν τοῖς ἄρρεσιν. ἐπιμελείσθω δ’ ἡ προεστῶσα ἀρχὴ φυλακῆς τε τῶν ἀπολειφθεισῶν καὶ αὐξήσεως καὶ τῶν εἰς δίαιταν καὶ παιδείαν τὴν ἁρμόττουσαν κόραις ἀναλωμάτων καί, ὁπότε γένοιτο ὥρα, [καὶ] γάμου τοῦ πρέποντος, ἀνδρῶν ἐν ἅπασι δοκίμων ἀριστίνδην ἐπικριθέντων. ἔστωσαν δ’ οὗτοι μάλιστα μὲν συγγενεῖς, εἰ δὲ μή, πάντως γοῦν δημόται καὶ φυλέται, χάριν τοῦ μὴ τοὺς κλήρους τοὺς προικιδίους ἐπιγαμίαις ἀλλοτριοῦσθαι, μένειν δ’ ἐν ταῖς ἐξ ἀρχῆς τεταγμέναις κατὰ φυλὰς λήξεσιν. ἐὰν δὲ γενεᾶς ἔρημος ὢν τυγχάνῃ, παρίτωσαν ἐπὶ τὴν διαδοχὴν ἀδελφοὶ τοῦ τετελευτηκότος· ἡ γὰρ μεθ’ υἱοὺς καὶ θυγατέρας ἐν συγγενείαις τάξις ἀδελφῶν ἐστιν. εἰ δὲ ἀνάδελφός τις εἴη τελευτῶν, θεῖοι πρὸς πατρὸς διαδεχέσθωσαν τὴν οὐσίαν, θείων δὲ μὴ ὄντων, θεῖαι, εἶτα τῶν ἄλλων οἰκείων καὶ συγγενῶν οἱ ἐγγυτάτω. σπάνις δ’ εἰ καταλάβοι τῆς συγγενείας, ὡς μηδένα τῶν ἀφ’ αἵματος ἀπολειφθῆναι, ἡ φυλὴ κληρονόμος ἔστω· συγγένεια γάρ τίς ἐστι καὶ ἡ φυλὴ κατὰ περιγραφὴν μείζονα καὶ τελειοτέραν.