Ancient Greek · ~2 min
130 to 131
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 130-2-131
Not analysed yet
ὅπως οὖν μηδὲν ἀνάρμοστον καὶ ἀσύμφωνον ἐν ἁρμονίᾳ καὶ συμφωνίᾳ, καθ’ ἣν διοικεῖται σύμπας ὁ κόσμος, διαγορεύῃ, παίδων μὲν ἀποθνῃσκόντων, γονέων δ’ ἐπιβιούντων, ἀναγκαίως ἅμα καὶ πρεπόντως οὐ προσέταξε μητέρας [ἅμα] καὶ πατέρας τὰ υἱῶν καὶ θυγατέρων κληρονομεῖν, εἰδὼς μὴ συνᾷδον τὸ πρᾶγμα βίῳ τε καὶ φύσει. φυλαξάμενος οὖν γυμνοῖς ὀνόμασι καλέσαι γονεῖς ἐπὶ παίδων τετελευτηκότων κληρονομίαν, ὑπὲρ τοῦ μὴ δοκεῖν ἀπευκτὴν ὠφέλειαν προσνέμων ὀνειδίζειν πενθοῦσιν ἢ ὑπομιμνῄσκειν κακοπραγιῶν, ἑτέρῳ τρόπῳ τὰς οὐσίας ἀπένειμεν αὐτοῖς, βραχὺ παρηγόρημα μεγάλου κακοῦ. τίς οὖν ὁ τρόπος;