Ancient Greek · ~5 min
132 to 136
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 132-3-136
Not analysed yet
τοῦτον οὖν εὐλαβείσθω πᾶς ὁ ἀκουσίως ἀνελὼν ὡς ὑπέρμαχον καὶ προαγωνιστὴν τῶν ἀναιρεθέντων καὶ εἴσω τῆς πόλεως εἰς ἣν κατέφυγε κατακεκλείσθω, μὴ ἐπιθαρρῶν ἔξω προέρχεσθαι τειχῶν, εἰ δή τινα ποιεῖται λόγον ἀσφαλείας καὶ τοῦ ζῆν ἀκινδύνως. ὅταν οὖν λέγῃ „μὴ ἐπανίτω ὁ φυγάς, ἕως ἂν ἀποθάνῃ ὁ ἱερεὺς ὁ μέγας”, ἴσον τι τούτῳ φησίν· ἕως ἂν ἀποθάνῃ ὁ πάντων κοινὸς ἀγχιστεύς, ᾧ μόνῳ καὶ τὰ τῶν ζώντων καὶ τὰ τῶν τετελευτηκότων ἐφεῖται βραβεύειν. τὴν μὲν οὖν καὶ νεωτέρων ἀκοαῖς ἐφαρμόζουσαν αἰτίαν τοιαύτην εἶναι συμβέβηκεν. ἣν δὲ πρεσβυτέροις καὶ τελείοις τὸ ἦθος θέμις ἀναφέρειν, ἥδ’ ἐστί· τῶν μὲν ἑκουσίων ἀδικημάτων αὐτὸ μόνον ἰδιώτας καθαρεύειν ἐφείσθω, λεγέτω δ’ εἰ βούλεταί τις καὶ τοὺς ἄλλους ἱερεῖς, ἀμφοτέρων δ’ ἑκουσίων τε καὶ ἀκουσίων κατὰ τὸν ἐξαίρετον λόγον τὸν ἀρχιερέα. προσάπτεσθαι γὰρ αὐτῷ μιάσματος τὸ σύνολον οὐ θεμιτόν, οὔτ’ ἐκ προνοίας οὔτε κατὰ τροπὴν τῆς ψυχῆς ἀβούλητον, ἵνα ἱεροφάντης ὢν κοσμῆται καθ’ ἑκάτερον, διανοίᾳ τε χρώμενος ἀνεπιλήπτῳ καὶ εὐπραγίᾳ βίου, ᾧ μηδὲν ὄνειδος πρόσεστι. τῷ δὴ τοιούτῳ γένοιτ’ ἂν ἀκόλουθον ὑποβλέπεσθαι καὶ τοὺς ἀκουσίως ἀπεκτονότας [οὐχ] ὡς ἐναγεῖς, ἀλλ’ οὐχ ὡς καθαροὺς καὶ παντὸς ἀμετόχους ἁμαρτήματος, καὶ εἰ τὰ μάλιστα τοῖς τῆς φύσεως ὑπηρετῆσαι βουλήμασιν ἔδοξαν τισαμένης διὰ τούτων τοὺς ἀναιρεθέντας, ὧν ἀφανῶς αὕτη δικάσασα παρ’ ἑαυτῇ θάνατον κατέγνω. ταῦτα μὲν ἐπ’ ἐλευθέροις καὶ ἀστοῖς· ἑξῆς δὲ καὶ περὶ οἰκετῶν νομοθετεῖται βιαίως ἀναιρεθέντων.