Ancient Greek
ΠΕΡΙ ΤΩΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ ΕΝ ΕΙΔΕΙ ΝΟΜΩΝ ΕΙΣ ΤΡΙΑ ΓΕΝΗ ΤΩΝ ΔΕΚΑ ΛΟΓΙΩΝ, ΤΟ ΤΡΙΤΟΝ, ΤΟ ΤΕΤΑΡΤΟΝ, ΤΟ ΠΕΜΠΤΟΝ· ΤΟ ΠΕΡΙ ΕΥΟΡΚΙΑΣ ΚΑΙ ΣΕΒΑΣΜΟΥ ΤΗΣ ΙΕΡΑΣ ΕΒΔΟΜΗΣ ΚΑΙ ΓΟΝΕΩΝ ΤΙΜΗΣ
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 133
Not analysed yet
Παίδων ὁ πρεσβύτατος οὐκ ἰσομοιρεῖ τοῖς μετ’ αὐτόν, ἀλλὰ διπλασίων ἀξιοῦται, διότι τε ἀνὴρ καὶ γυνὴ πρότερον ὑπάρχοντες αὖθις ἐγένοντο πατὴρ καὶ μήτηρ διὰ τὸν φύντα πρῶτον καὶ ἐπειδὴ ὁ πρῶτος γενόμενος τούτοις ἀνακαλεῖν ἤρξατο τοῖς ὀνόμασι τοὺς σπείραντας καὶ —τὸ ἀναγκαιότατον —ὅτι ὁ πρὸ τοῦ γενεᾶς ἔρημος οἶκος εὔπαις ἐγένετο πρὸς τὴν τοῦ γένους τῶν ἀνθρώπων διαμονήν, ἧς σπορὰ μὲν γάμος, καρποὶ δὲ τέκνων γενέσεις, ὧν ὁ πρεσβύτατος ἀρχή.