Ancient Greek
136 to 137
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 136-137
Not analysed yet
ἔστι δὲ καὶ ταῦτα παμπληθῆ· κτηνοτροφοῦσι γὰρ καὶ ζῳοτροφοῦσιν ἐν τοῖς μάλιστα οἱ ἀπὸ τοῦ ἔθνους αἰπόλια καὶ βουκόλια καὶ ποίμνας καὶ μυρίας ἄλλας ἀγέλας παντοδαπῶν ζῴων ἐκνέμοντες. ἤδη μέντοι καὶ προσυπερβάλλων ὁ νόμος οὐ μόνον ἀπὸ τῆς κτήσεως καθ’ ἑκάστην ἰδέαν ἀπάρχεσθαι προστάττει, ἀλλὰ καὶ ἀπὸ τῶν οἰκείων ψυχῶν τε καὶ σωμάτων· μέρη γὰρ διαιρετὰ γονέων παῖδές εἰσιν, εἰ δὲ δεῖ τἀληθὲς εἰπεῖν, ἀδιαίρετα, συγγενικῷ αἵματι καὶ λόγοις προγόνων, ἀοράτοις εἴδεσιν, εἰς ἐκγόνους διήκουσι φίλτροις τε ἑνωτικῆς εὐνοίας καὶ φύσεως δεσμοῖς ἀλύτοις ἡρμοσμένοι.