Ancient Greek · ~3 min
136 to 138
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 136-2-138
Not analysed yet
ἐπεὶ δὲ μανίαν ἐξηγριωμένην οἴστρῳ χαλεπὸν μᾶλλον δ’ ἀδύνατον ἰάσασθαι, τὸν μὲν ὡς ἀθεραπεύτῳ νόσῳ κατεσχημένον ἀπέλιπε, τὸν δ’ ἐκ τῆς διὰ τοὺς νέους ἔρωτας κακωθείσης υἱὸν οὐχ ὑπερεῖδε κελεύσας αὐτὸν λαμβάνειν διπλάσια τὰ ἐκ τῆς πρὸς τοὺς ἀδελφοὺς διανομῆς. αἴτια δὲ τούτου πολλά· πρῶτον μὲν γὰρ κολάζει τὸν ὑπαίτιον ἀνάγκην ἐπιθεὶς αὐτῷ ποιεῖν εὖ ὃν κακῶς διατιθέναι προαιρεῖται, καὶ τῆς ἀγνώμονος γνώμης ἄκυρον ἀποφαίνει δι’ ὧν ὠφελεῖ τὸν κινδυνεύσαντα πρὸς ἐκείνου ζημιωθῆναι τάττων αὑτὸν ἐν τῇ τάξει τοῦ γεγεννηκότος, ἣν ὁ φύσει πατὴρ ἐπὶ πρεσβυτάτου παιδὸς ἔλιπε. δεύτερον δὲ ἔλεον καὶ οἶκτον λαμβάνει τῶν ἠδικημένων, οὓς βαρυτάτης ἀνίας ἐπελαφρίζει μετουσίᾳ χάριτος καὶ δωρεᾶς· οὐδὲν γὰρ ἧττον τοῦ κληρονομοῦντος υἱοῦ τὴν διπλασίαν μοῖραν εἰκὸς ἦν ἥδεσθαι τὴν μητέρα, φιλανθρωπίᾳ νόμου παρηγορηθεῖσαν, ὃς οὐκ εἴασεν αὐτήν τε καὶ γενεὰν εἰς ἅπαν ἐχθρῶν ἐλαττοῦσθαι.