Ancient Greek · ~4 min
138 to 141
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 138-2-141
Not analysed yet
ὁ γὰρ τὴν μὲν ἰδίαν οἰκίαν ὥσπερ ἄκραν ἐπιτειχίσας, παρρησίας δὲ τῶν ἔνδον μηδενὶ μεταδιδούς, ἀλλὰ πρὸς ἅπαντας ἠγριωμένος ὑπὸ τῆς ἐμφύτου τάχα δὲ καὶ ἐπιτετηδευμένης μισανθρωπίας, τύραννός ἐστιν ἐλάττοσι παρασκευαῖς χρώμενος. ἐξ ὧν διελέγχεται μὴ στησόμενος ἐπὶ τῶν αὐτῶν, εἰ μειζόνων λάβοιτο χρημάτων· διαβήσεται γὰρ εὐθὺς ἐπὶ πόλεις τε καὶ χώρας καὶ ἔθνη τὴν αὑτοῦ πατρίδα προδουλωσάμενος εἰς ἔνδειξιν τοῦ μηδενὶ μέλλειν τῶν ἄλλων ὑπηκόων ἡμέρως προσφέρεσθαι. σαφῶς οὖν ὁ τοιοῦτος ἴστω μὴ τὴν τοῦ συνεχῶς καὶ εἰς πολλοὺς ἁμαρτάνειν ἄδειαν ἕξων· ἐναντιώσεται γὰρ ἡ μισοπόνηρος αὐτῷ δίκη, ἡ βοηθὸς καὶ ὑπέρμαχος τῶν ἀδικηθέντων, ἣ λόγον καὶ εὐθύνας αὐτὸν τῆς περὶ τοὺς πεπονθότας συμφορᾶς ἀπαιτήσει· κἂν ἄρα φάσκῃ πληγὰς ἕνεκα νουθεσίας ἐντεῖναι μὴ διανοηθεὶς ἀνελεῖν, οὐκ εὐθὺς βαδιεῖται γεγηθώς, ἀλλ’ εἰς δικαστήριον ἀπαχθεὶς παρ’ ἀκριβέσι λογισταῖς τῆς ἀληθείας ἐξετασθήσεται, πότερον ἑκὼν ἀπέκτεινεν ἢ ἄκων· κἂν ἐπιβεβουλευκὼς ἀνευρίσκηται γνώμῃ ἀνοσίῳ, θνῃσκέτω, μηδὲν παρόσον δεσπότης ἐστὶ κερδαίνων εἰς τὸ σωθῆναι.