Ancient Greek · ~2 min
14 to 15
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 14-15
Not analysed yet
ἴστω δὴ πᾶς ἐνωμότως ἄδικα δρῶν, ὅτι εὐορκεῖ μὲν οὔ, τὸν δὲ πολλῆς φυλακῆς καὶ ἐπιμελείας ἄξιον ὅρκον ἀνατρέπει, ᾧ τὰ καλὰ καὶ δίκαια ἐπισφραγίζεται· προστίθησι γὰρ ὑπαίτια ὑπαιτίοις, ἐν οὐ δέοντι γινομένοις ὅρκοις, οὓς πολὺ βέλτιον ἦν ἡσυχάζεσθαι, πράξεις παρανόμους. ἀπεχόμενος οὖν τοῦ ἀδικοπραγεῖν ποτνιάσθω τὸν θεόν, ἵνα μεταδῷ τῆς ἵλεω δυνάμεως αὐτῷ συγγνοὺς ἐφ’ οἷς ἀβουλίᾳ χρησάμενος ὤμοσε· διπλάσια γὰρ αἱρεῖσθαι κακά, δυνάμενον τὴν ἡμίσειαν αὐτῶν ἀποφορτίσασθαι, μανία καὶ φρενοβλάβεια δυσίατος.