Ancient Greek · ~3 min
142 to 144
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 142-144
Not analysed yet
ἐξ ὧν ἁπάντων δῆλόν ἐστιν, ὅτι βασιλέων σεμνότητα καὶ τιμὴν περιάπτει τοῖς ἱερεῦσιν ὁ νόμος· ὡς γοῦν ἡγεμόσι φόρους ἀπὸ παντὸς μέρους κτήσεως δίδοσθαι κελεύει, καὶ δίδονται τὸν ἐναντίον τρόπον ἢ ὃν αἱ πόλεις τοῖς δυνάσταις εἰσφέρουσιν· αἱ μὲν γὰρ ἐξ ἀνάγκης καὶ μόλις, ἐπιστένουσαι, τοὺς ἐκλογεῖς τῶν χρημάτων ὡς κοινοὺς λυμεῶνας ὑποβλεπόμεναι καὶ προφάσεις ἄλλοτε ἀλλοίας σκηπτόμεναι καὶ τῶν προθεσμιῶν ἀλογοῦσαι τὰ ὁρισθέντα τέλη καὶ δασμοὺς κατατιθέασιν· οἱ δ’ ἀπὸ τοῦ ἔθνους [τὰ ἱερατικὰ] γεγηθότες, χαίροντες, τοὺς αἰτοῦντας φθάνοντες, τὰς προθεσμίας ἐπιτέμνοντες, λαμβάνειν ἀλλ’ οὐ διδόναι νομίζοντες, μετ’ εὐφημίας καὶ εὐχαριστίας καθ’ ἑκάστην τῶν ἐτησίων ὡρῶν ποιοῦνται τὰς εἰσφοράς, ἄνδρες ὁμοῦ καὶ γυναῖκες, αὐτοκελεύστῳ προθυμίᾳ καὶ ἑτοιμότητι καὶ σπουδῇ παντὸς λόγου κρείττονι.