Ancient Greek · ~2 min
143 to Κατὰ ζῴων ἀλόγων ἃ παραίτια γίνεται θανάτου.
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 143-2-Κατὰ ζῴων ἀλόγων ἃ παραίτια γίνεται θανάτου.
Not analysed yet
κτείνων δέ τις οἰκέτην πολὺ πρότερον ἑαυτὸν βλάπτει, ὑπηρεσιῶν τε ἃς παρὰ ζῶντος εἶχε στερόμενος καὶ τὴν τιμὴν ζημιούμενος καὶ πλείστην ἴσως. ἐὰν μέντοι θανάτου πεπραχὼς ἄξια τυγχάνῃ, πρὸς τοὺς δικαστὰς ἀγέτω καὶ δηλούτω τὸ ἀδίκημα, τοὺς νόμους κυρίους ποιῶν τῆς τιμωρίας ἀλλὰ μὴ ἑαυτόν. Ἐάν τινα ταῦρος ἀναπείρας ἀποκτείνῃ, καταλευέσθω—ἀσφαγὴς γὰρ ἱερείοις—καὶ ἄβρωτα ἔστω τὰ τούτου κρέα. διὰ τί; ὅτι τροφὴν ἢ προσόψημα τροφῆς ἀνθρώπων γίνεσθαι τὰ τοῦ κτείναντος ἄνθρωπον οὐχ ὅσιον.