Ancient Greek · ~7 min
146 to 151
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 146-3-151
Not analysed yet
ἐὰν δὲ μὴ ἄνθρωπον ἀλλὰ κτῆνος ἀναπείρῃ, τὸ τεθνηκὸς ὁ τοῦ κτείναντος λαβὼν δεσπότης τὸ ὅμοιον ἀποτισάτω, [διότι τὸ ἀνήμερον τοῦ ἰδίου προαισθανόμενος οὐκ ἐφυλάξατο· κἂν αὐτὸ μέντοι τὸ θρέμμα ἀλλότριον ἀνέλῃ, πάλιν ὅμοιον ἀποτινέτω,] χάριν εἰδὼς ἐπὶ τῷ μὴ πλείονα ζημίαν ὑπομένειν ἄρξας ἐπηρείας. Ὀρύγματα γῆς εἰώθασί τινες εὖ μάλα βαθύνειν ἢ φλέβας πηγαζούσας ἀναστέλλοντες ἢ πρὸς ὑποδοχὴν ὀμβρίου ὕδατος, εἶθ’ ὑπονόμους εὐρύναντες ἀφανεῖς, δέον τὰ στόμια ἢ περιοικοδομῆσαι ἢ περιπωμάσαι, κατά τινα δεινὴν ῥᾳθυμίαν ἢ φρενοβλάβειαν ἐπ’ ὀλέθρῳ τινῶν εἴασαν ἀχανῆ. ἐὰν οὖν τις τῶν ὁδῷ παριόντων μὴ προαισθόμενος κατὰ κενοῦ ἐπιβὰς ἐνεχθῇ καὶ τελευτήσῃ, ἐπιγραφέσθωσαν οἱ βουλόμενοι ὑπὲρ τοῦ τετελευτηκότος πρὸς τοὺς τὸ ὄρυγμα ποιησαμένους καὶ τιμάτω τὸ δικαστήριον ὅ τι χρὴ παθεῖν ἢ ἀποτῖσαι. ἐὰν δὲ θρέμμα κατενεχθὲν ἀποθάνῃ, τὴν ἀξίαν τιμὴν ὡς ζῶντος ἐπανορθούσθωσαν τῷ δεσπότῃ τὸ νεκρὸν αὐτοὶ λαβόντες. ἀδελφὸν δὲ καὶ συγγενὲς ἀδίκημα δρῶσι τῷ λεχθέντι καὶ ὅσοι κατασκευάζοντες οἰκίας ἰσόπεδα καταλείπουσι τὰ τέγη, περιστεφανοῦν θωρακίοις δέον ὑπὲρ τοῦ μή τινα κατακρημνισθῆναι λαθόντα· φόνον γάρ, εἰ δεῖ τἀληθὲς εἰπεῖν, δρῶσι, κἂν μηδεὶς ὑποσυρεὶς ἀποθάνῃ, τό γε ἐπ’ αὐτοὺς ἧκον μέρος. κολαζέσθωσαν οὖν ἐν ἴσῳ τοῖς ἀχανῆ τὰ στόμια τῶν ὀρυγμάτων καταλείπουσι. Λύτρα παρὰ ἀνδροφόνου, ὃν δέον τεθνάναι, διαγορεύει ὁ νόμος μὴ ἐξεῖναι λαμβάνειν ἐπὶ μειώσει τῆς τιμωρίας ἢ ὑπαλλαγῇ φυγῆς ἀντὶ θανάτου· αἵματι γὰρ αἷμα καθαίρεται, τῷ τοῦ κτείναντος τὸ τοῦ ἐπιβουλευθέντος. ἐπεὶ δ’ ὅρον οὐκ ἔχουσιν οἱ πονηροὶ τὰς φύσεις τοῦ πλημμελεῖν, ἀλλ’ ἀεὶ μεγαλουργοῦσι προσυπερβάλλοντες καὶ τὰς κακίας ἐπιτείνουσι καὶ διαίρουσι πρὸς τὸ ἄμετρον καὶ ἀπερίγραφον, μυρίους μὲν θανάτους, εἴπερ οἷόν τε ἦν, ὥρισεν ἂν κατ’ αὐτῶν ὁ νομοθέτης· ἐπεὶ δὲ τοῦτ’ οὐκ ἐνεδέχετο, τιμωρίαν ἄλλην προσδιατάττεται κελεύων τοὺς ἀνελόντας ἀνασκολοπίζεσθαι.