Ancient Greek · ~2 min
ΠΕΡΙ ΤΩΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ EN ΕΙΔΕΙ ΝΟΜΩΝ ΕΙΣ TPIA ΓΕΝΗ ΤΩΝ ΔΕΚΑ ΛΟΓΙΩΝ, TO ΟΓΔΟΟΝ ΚΑΙ TO ENATON ΚΑΙ TO ΔΕΚΑΤΟΝ, TO ΠΕΡΙ ΤΟΥ MH ΚΛΕΠΤΕΙΝ ΚΑΙ ΨΕΥΔΟΜΑΡΤΓΡΕΙΝ KAI ΜΗ ΕΠΙΘΥΜΕΙΝ, ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΕΙΣ ΕΚΑΣΤΟΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ, ΚΑΙ ΠΕΡΙ ΔΙΚΑΙΟΣΥΝΗΣ, Η ΠΑΣΙ ΤΟΙΣ ΔΕΚΑ ΛΟΓΙΟΙΣ ΕΦΑΡΜΟΖΕΙ, Ο ΕΣΤΙ ΤΗΣ ΟΛΗΣ ΣΥΝΤΑΞΕΩΣ
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 147-3
Not analysed yet
τὸν αὐτὸν μὲν τρόπον κἂν τῇ βασιλίδι τῶν ἀρετῶν, εὐσεβείᾳ, προσθῇ τις ὁτιοῦν μικρὸν ἢ μέγα ἢ τοὐναντίον ἀφέλῃ, καθ’ ἑκάτερον ἐπαλλάξει καὶ μεταμορφώσει τὸ εἶδος· γεννήσει γὰρ ἡ μὲν πρόσθεσις δεισιδαιμονίαν, ἡ δ’ ἀφαίρεσις ἀσέβειαν, ἀφανισθείσης αὖ τῆς εὐσεβείας, ἣν ἀνίσχειν καὶ ἐπιλάμπειν εὐκταῖον ἀγαθόν, ἐπειδὴ τοῦ μεγίστου τῶν ἀγαθῶν αἰτία καθέστηκεν, ἐπιστήμην ἐμποιοῦσα θεραπείας θεοῦ, ἣν πάσης ἀρχῆς καὶ ἡγεμονίας ἀρχικωτέραν καὶ βασιλικωτέραν εἶναι νομιστέον.