Ancient Greek · ~3 min
148 to 150
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 148-150
Not analysed yet
τὸ δὲ ἔνυστρον ἔκφυσις κοιλίας ἐστί· κοιλίαν δὲ φάτνην ἀλόγου θρέμματος, ἐπιθυμίας, εἶναι συμβέβηκεν, ἥτις ὑπ’ οἰνοφλυγίας καὶ ὀψοφαγίας ἀρδομένη τροφαῖς ἐπαλλήλοις σιτίων ὁμοῦ καὶ ποτῶν ἀεὶ κατακλύζεται καὶ συὸς τρόπον ἐν βορβόρῳ διαιτωμένη χαίρει· παρὸ καὶ τόπος ἀπενεμήθη σφόδρα οἰκειότατος ὁ τῶν περιττωμάτων ἀκολάστῳ καὶ ἀπρεπεστάτῳ θρέμματι. ἀντίπαλον δὲ ἐπιθυμίας ἐγκράτεια, ἣν ἀσκητέον καὶ διαπονητέον καὶ σπουδαστέον μηχανῇ πάσῃ περιποιεῖσθαι ὡς μέγιστον ἀγαθὸν καὶ τελειότατον ἰδίᾳ τε καὶ κοινῇ συμφέρον. ἐπιθυμία μὲν οὖν βέβηλος καὶ ἀκάθαρτος καὶ ἀνίερος οὖσα πέρα τῶν ἀρετῆς ὅρων ἐλήλαται καὶ πεφυγάδευται δεόντως· ἐγκράτεια δέ, καθαρὰ καὶ ἀκηλίδωτος ἀρετή, πάντων ὅσα πρὸς βρῶσιν καὶ πόσιν ἀλογοῦσα καὶ ἐπάνω τῶν γαστρὸς ἡδονῶν αὐχοῦσα ἵστασθαι, βωμῶν ἱερῶν ψαυέτω καὶ τὴν πρόσφυσιν ἐπιφερομένη τῆς κοιλίας, ὑπόμνημα τοῦ καταφρονητικῶς ἔχειν ἀπληστίας καὶ λαιμαργίας