Ancient Greek · ~6 min
152 to 156
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 152-2-156
Not analysed yet
καθ’ ἕκαστον οὖν ἐνιαυτὸν ὑπομιμνῄσκων ὁ θεὸς τῆς τοῦ κόσμου γενέσεως ἀνέφηνε τὸ ἔαρ, ἐν ᾧ πάντα ἀνθεῖ καὶ βλαστάνει. διόπερ οὐκ ἀπὸ σκοποῦ πρῶτος ἀναγέγραπται μὴν ἐν τοῖς νόμοις, ἐπειδὴ τρόπον τινὰ τῆς πρώτης ἀρχῆς ἐκμαγεῖόν ἐστιν, ἀπ’ ἐκείνης ὥσπερ ἀρχετύπου σφραγῖδος τυπωθείς. ὁ δὲ κατὰ τὴν μετοπωρινὴν ἰσημερίαν τῇ τάξει [πρώτῃ] πρῶτος ὢν ἐν ταῖς ἡλιακαῖς περιόδοις οὐ λέγεται παρὰ τῷ νόμῳ πρῶτος, ὅτι κατ’ ἐκεῖνον τὸν χρόνον συγκεκομισμένων τῶν καρπῶν ἁπάντων τὰ δένδρα φυλλορροεῖ καὶ ὅσα ἀκμάζον τὸ ἔαρ ἤνεγκε πάντα [ξηραίνεται] ἀφαυαίνεται ξηροῖς πνεύμασι τοῦ ἀέρος αὐχμώδη καταστάντα τοῖς ἀφ’ ἡλίου φλογμοῖς. πρῶτον μὲν οὖν ἐπιφημίσαι μῆνα, καθ’ ὃν ἐστείρωται καὶ ἀγονεῖ ἥ τε ὀρεινὴ καὶ ἡ πεδιάς, παντάπασιν ὑπέλαβεν ἀνάρμοστον καὶ ἀνοίκειον εἶναι· δεῖ γὰρ τοῖς πρώτοις καὶ ἡγεμονίδα τάξιν εἰληχόσι προσεῖναι τὰ κάλλιστα καὶ εὐκταιότατα, δι’ ὧν αἱ ζῴων καὶ καρπῶν καὶ φυτῶν γενέσεις καὶ αὐξήσεις εἰσίν, ἀλλ’ οὐχ αἱ παλίμφημοι φθοραί. τῆς δὲ ἑορτῆς ἀρχὴ διχόμηνος, ἡ πεντεκαιδεκάτη, καθ’ ἣν σελήνη πλησιφαὴς γίνεται, προνοίᾳ τοῦ μηδὲν εἶναι σκότος κατ’ ἐκείνην τὴν ἡμέραν, ἀλλὰ φωτὸς ἀνάπλεα πάντα διὰ πάντων, ἡλίου μὲν ἕωθεν εἰς ἑσπέραν ἐπιλάμποντος, σελήνης δὲ ἀφ’ ἑσπέρας ἄχρι τῆς ἕω τὰς αὐτὰς ***,τῶν δ’ ἀστέρων ἀλλήλοις ἀντιπαραχωρούντων ἀσκίοις φέγγεσιν. ἡ δὲ ἑορτὴ πάλιν ἐφ’ ἡμέρας ἑπτὰ ἄγεται δι’ ἣν ἔλαχεν ἐν κόσμῳ ὁ ἀριθμὸς προνομίαν τε καὶ τιμήν, ἵνα μηδὲν τῶν εἰς εὐθυμίαν καὶ πάνδημον εὐφροσύνην καὶ εὐχαριστίαν τὴν πρὸς τὸν θεὸν ἀπολείπηται τῆς ἱερᾶς ἑβδομάδος, ἣν ἀρχὴν καὶ πηγὴν ἀνθρώποις ἀγαθῶν ἁπάντων εἶναι διενοήθη.