Ancient Greek
153 to 155
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 153-155
Not analysed yet
Τοσούτων οὖν προκειμένων ἄθλων, ἐάν τινες ἀπορῶσι τῶν ἱερέων κοσμίως καὶ ἀνυπαιτίως ζῶντες, τῆς ἡμετέρας παρανομίας ἐφεστᾶσι κατήγοροι, κἂν ἡσυχάζωσιν· εἰ γὰρ ἐπειθαρχοῦμεν τοῖς κελευσθεῖσι καὶ τὰς ἀπαρχὰς ἐποιούμεθα ᾗ προστέτακται, οὐκ ἂν μόνον ἐκεῖνοι τῶν ἀναγκαίων εὐπόρουν, ἀλλὰ καὶ τῶν ἄλλων ὅσα πρὸς ἁβροδιαίτους χορηγίας ἀνεπίμπλαντο. κἂν ἄρα ποτὲ αὖθις ἡ φυλὴ τῶν ἱερέων ἐν ἅπασι τοῖς κατὰ τὸν βίον ἀφθόνοις ἐξετάζηται, μέγα δεῖγμα γενήσεται τοῦτο κοινῆς ὁσιότητος καὶ τῆς τῶν νομίμων ἐπ’ ἀκριβὲς εἰς ἅπαν φυλακῆς. ἀλλ’ ἥ τινων ὀλιγωρία—ἅπαντας γὰρ οὐκ ἀσφαλὲς αἰτιᾶσθαι—γέγονεν αἰτία πενίας τοῖς ἱερωμένοις, εἰ δὲ δεῖ τἀληθὲς εἰπεῖν, καὶ αὐτοῖς ἐκείνοις. τὸ γὰρ παρανομεῖν ἐπιζήμιον τοῖς παρανομοῦσι, κἂν πρὸς ὀλίγον δελεάζῃ χρόνον· τὸ δὲ ἕπεσθαι τοῖς τῆς φύσεως νόμοις ὠφελιμώτατον, κἂν παραυτίκα αὐστηρὸν ᾖ καὶ μηδὲν προσηνὲς ἐμφαίνῃ.