Ancient Greek · ~2 min
153 to 154
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 153-2-154
Not analysed yet
Παγκάλως μέντοι κἀκεῖνο διατέτακται, πατέρας ὑπὲρ υἱῶν μὴ ἀποθνῄσκειν μηδ’ υἱοὺς ὑπὲρ γονέων, ἀλλ’ ἕκαστον τῶν ἄξια θανάτου δεδρακότων αὐτὸν ἰδίᾳ μόνον ἀναιρεῖσθαι, διὰ τοὺς ἢ βίαν τοῦ δικαίου προτιμῶντας ἢ πάνυ φιλοστόργους. οὗτοι μὲν γὰρ διὰ περιττὴν καὶ ὑπερβάλλουσαν εὔνοιαν ἐθελήσουσι πολλάκις ἄσμενοι προαποθνῄσκειν, αὑτοὺς ἐπιδιδόντες ὑπὲρ τῶν ἐνόχων οἱ ἀνυπαίτιοι, μέγα κέρδος νομίζοντες τὸ μὴ ἐπιδεῖν κολαζομένους ἢ τοὺς γεννήσαντας υἱοὶ ἢ τοὺς παῖδας γονεῖς, ὡς ἀβίωτον καὶ παντὸς ἀργαλεώτερον θανάτου τὸν αὖθις χρόνον βιωσόμενοι.