Ancient Greek · ~2 min
156 to 157
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 156-2-157
Not analysed yet
τί οὖν κατεψευσμένον ὄνομα εὐνοίας ὅ τι χρηστὸν καὶ φιλάνθρωπόν ἐστιν ὑποδύεσθε, τἀληθῆ μαλακίαν καὶ ἀνανδρίαν παρακαλυπτόμενοι; ἢ οὐκ ἄνανδροι τὰς φύσεις, παρ’ οἷς οἴκτου λογισμὸς ἡττᾶται; καὶ ταῦθ’ ἵνα διπλοῦν ἀδίκημα δράσητε, τοὺς μὲν ὑπαιτίους ῥυόμενοι τῆς τιμωρίας, αὑτοὺς δ’ ἐπὶ μηδενὶ μεμφθέντας τὸ παράπαν οἰόμενοι δεῖν ἀντ’ ἐκείνων κολάζειν; “ἀλλ’ οὗτοι μὲν ὑποτίμησιν ἔχουσι τὸ μηδὲν θηρᾶσθαι ἐπ’ ὠφελείᾳ καὶ τὸ λίαν πρὸς τοὺς ἐγγυτάτω γένους φιλόστοργον, ὑπὲρ ὧν τῆς σωτηρίας ἀποθνῄσκειν ἄσμενοι διανοοῦνται.