Ancient Greek
157 to 158
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 157-158
Not analysed yet
οὐ πρότερον γοῦν εἴασεν ὁ νόμος αὐταῖς χρῆσθαι τοὺς λαβόντας ἢ πάλιν ἄλλας δεκάτας ὡς ἀπὸ κτημάτων ἰδίων ἀπάρξασθαι καὶ δοῦναι τοῖς τῆς ἀμείνονος τάξεως ἱερεῦσι· τηνικαῦτα γὰρ ἐφῆκεν ἀπολαύειν, πρότερον δ’ οὐκ ἐᾷ. ἀπένειμε δὲ καὶ πόλεις αὐτοῖς ὀκτὼ πρὸς ταῖς τεσσαράκοντα καὶ καθ’ ἑκάστην προάστεια εἰς δισχιλίους πήχεις ἐν κύκλῳ πρὸς νομὰς θρεμμάτων καὶ τὰς ἄλλας ὧν δεῖ πόλεσιν ἀναγκαίας ὑπηρεσίας. ἐκ δὲ τούτων ἀπεκληρώθησαν ἕξ, αἱ μὲν ἐκτὸς αἱ δὲ ἐντὸς Ἰορδάνου τοῦ ποταμοῦ, τρεῖς ἑκατέρωθεν, εἰς καταφυγὴν τοῖς ἀκούσιον φόνον δράσασιν.