Ancient Greek · ~2 min
ΠΕΡΙ ΤΩΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ ΕΝ ΕΙΔΕΙ ΝΟΜΩΝ ΕΙΣ ΤΡΙΑ ΓΕΝΗ ΤΩΝ ΔΕΚΑ ΛΟΓΙΩΝ, ΤΟ ΤΡΙΤΟΝ, ΤΟ ΤΕΤΑΡΤΟΝ, ΤΟ ΠΕΜΠΤΟΝ· ΤΟ ΠΕΡΙ ΕΥΟΡΚΙΑΣ ΚΑΙ ΣΕΒΑΣΜΟΥ ΤΗΣ ΙΕΡΑΣ ΕΒΔΟΜΗΣ ΚΑΙ ΓΟΝΕΩΝ ΤΙΜΗΣ
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 158
Not analysed yet
ὁ δ’ ἄρτος ἄζυμος, ἤτοι διὰ τὸ τοὺς προγόνους, ἡνίκα θείᾳ πομπῇ τὴν ἀποικίαν ἐστέλλοντο, χρωμένους ἀνυπερβλήτῳ τάχει τὰ φυράματα τοῦ σταιτὸς ἄζυμα ἐπενέγκασθαι ἢ ἐπειδὴ κατὰ τὸν καιρὸν ἐκεῖνον (λέγω δὲ τὴν ἐαρινὴν ὥραν, ἐν ᾗ συμβαίνει τὴν ἑορτὴν ἄγεσθαι) ὁ τοῦ σίτου καρπὸς ἀτελής ἐστι, τῶν πεδίων σταχυηφορούντων καὶ μήπω καιρὸν ἐχόντων εἰς ἄμητον. ἀτελεῖ δὴ τῷ μέλλοντι καρπῷ τελειωθησομένῳ δὲ μικρὸν ὕστερον ἐδικαίωσεν ἐξομοιῶσαι τὴν ἄζυμον τροφὴν —ἀτελὴς γάρ ἐστι καὶ αὕτη —πρὸς ἐλπίδος χρηστῆς ὑπόμνησιν, ὡς ἤδη τῆς φύσεως τὰς ἐτησίους εὐτρεπιζομένης ἀνθρώπων γένει δωρεὰς ἐν τῇ τῶν ἐπιτηδείων ἀφθονίᾳ καὶ περιουσίᾳ.