Ancient Greek · ~2 min
160 to 161
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 160-3-161
Not analysed yet
ἄμμου σπυρίδα πλήρη βρόχοις ἐκδησάμενος ἀνήρτα κατὰ τῶν αὐχένων, βαρύτατον ἄχθος, ἱστὰς ἐν ὑπαίθρῳ κατὰ μέσην ἀγοράν, ἵν’ οἱ μὲν ἀθρόαις τιμωρίαις, ἀνέμῳ καὶ ἡλίῳ καὶ τῇ ἀπὸ τῶν παριόντων αἰσχύνῃ καὶ τοῖς ἐκκρεμαμένοις ἄχθεσι, βιαζόμενοι χαλεπῶς ἀπαγορεύωσιν, οἱ δὲ θεώμενοι τὰς τούτων τιμωρίας προαλγῶσιν· ὧν ἔνιοι τρανότερον τῆς διὰ τῶν ὀφθαλμῶν τὴν διὰ τῆς ψυχῆς λαβόντες αἴσθησιν, ὡς ἐν τοῖς ἑτέρων σώμασιν αὐτοὶ κακούμενοι, τῷ βίῳ προαπετάξαντο ξίφεσιν ἢ φαρμάκοις ἢ ἀγχόναις, μεγάλην ὡς ἐν κακοπραγίαις νομίζοντες ἐπιτυχίαν τὴν ἄνευ βασάνων τελευτήν·