Ancient Greek · ~2 min
161 to 162
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 161-2-162
Not analysed yet
τὰ λεχθέντα πιστοῦται μάλιστα ἡ τῶν ἰσαρίθμων ταῖς φυλαῖς ἐπὶ τῆς ἱερᾶς τραπέζης ἄρτων δώδεκα πρόθεσις· εἰσὶ γὰρ πάντες ἄζυμοι, δεῖγμα σαφέστατον ἀμιγοῦς τροφῆς οὐ τέχνῃ πρὸς ἡδονὴν ἀλλὰ φύσει πρὸς τὸ τῆς χρήσεως ἀναγκαῖον εὐτρεπισθείσης. ταῦτα μὲν ἐπὶ τοσοῦτον. Ἑορτὴ δέ ἐστιν ἐν ἑορτῇ ἡ μετὰ τὴν πρώτην εὐθὺς ἡμέραν, ἥτις ἀπὸ τοῦ συμβεβηκότος ὀνομάζεται δράγμα· τοῦτο γὰρ ἀπαρχὴ προσάγεται τῷ βωμῷ καὶ τῆς χώρας, ἣν ἔλαχε τὸ ἔθνος οἰκεῖν, καὶ τῆς συμπάσης γῆς, ὡς εἶναι τὴν ἀπαρχὴν καὶ τοῦ ἔθνους ἰδίαν καὶ ὑπὲρ ἅπαντος ἀνθρώπων γένους κοινήν.