Ancient Greek · ~4 min
17 to 20
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 17-20
Not analysed yet
εἰ δ’ ἐσπούδασαν διὰ τῆς ἀπλανοῦς βαδίζειν ὁδοῦ, κἂν εὐθὺς ἔγνωσαν ὅτι, καθάπερ αἴσθησις ὑποδιάκονος νοῦ γέγονε, τὸν αὐτὸν τρόπον καὶ οἱ αἰσθητοὶ πάντες ὑπηρέται τοῦ νοητοῦ κατέστησαν, ἀγαπήσαντες εἰ δευτερείων ἐφίξονται. παγγέλοιον γὰρ οἴεσθαι, ὅτι ὁ μὲν νοῦς ὁ ἐν ἡμῖν βραχύτατος ὢν καὶ ἀόρατος ἡγεμὼν τῶν αἰσθητικῶν ὀργάνων ἐστίν, ὁ δὲ τοῦ παντὸς ὁ μέγιστος καὶ τελειότατος οὐχὶ βασιλεὺς βασιλέων εἶναι πέφυκε, βλεπομένων οὐ βλεπόμενος. πάντας οὖν τοὺς κατ’ οὐρανὸν οὓς αἴσθησις ἐπισκοπεῖ θεοὺς οὐκ αὐτοκρατεῖς νομιστέον, τὴν ὑπάρχων τάξιν εἰληφότας, ὑπευθύνους μὲν φύσει γεγονότας, ἕνεκα δ’ ἀρετῆς εὐθύνας οὐχ ὑφέξοντας. ὥσθ’ ὑπερβάντες τῷ λογισμῷ πᾶσαν τὴν ὁρατὴν οὐσίαν ἐπὶ τὴν τοῦ ἀειδοῦς καὶ ἀοράτου καὶ μόνῃ διανοίᾳ καταληπτοῦ τιμὴν ἴωμεν, ὃς οὐ μόνον θεὸς θεῶν ἐστι νοητῶν τε καὶ αἰσθητῶν ἀλλὰ καὶ πάντων δημιουργός. ἐὰν δέ τις τὴν τοῦ ἀιδίου καὶ ποιητοῦ θεραπείαν ἄλλῳ προσνέμῃ νεωτέρῳ καὶ γενητῷ, φρενοβλαβὴς ἀναγεγράφθω καὶ ἔνοχος ἀσεβείᾳ τῇ μεγίστῃ.