Ancient Greek
Περὶ περιτομῆς.
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 172
Not analysed yet
ἄρτοι δὲ προτίθενται ταῖς ἑβδόμαις ἐπὶ τῆς ἱερᾶς τραπέζης ἰσάριθμοι τοῖς μησὶ τοῦ ἐνιαυτοῦ, δυσὶ θέμασιν ἀνὰ ἕξ, [δώδεκα,] κατὰ τὸν λόγον τῶν ἰσημεριῶν ἑκάτερα —δύο γάρ εἰσιν ἀνὰ πᾶν ἔτος, ἐαρινή τε καὶ μετοπωρινή, αἳ μησὶν ἓξ καταριθμοῦνται —· δι’ ἣν αἰτίαν ***ἐαρινῇ μὲν τὰ σπαρτὰ πάντα τελειογονεῖται, καθ’ ὃν χρόνον τὰ δένδρα γεννᾶν ἄρχεται, μετοπωρινῇ δὲ καὶ ὁ τῶν δένδρων καρπὸς τελεσφορεῖται, ἐν ᾧ καιρῷ πάλιν ἀρχὴ σπορᾶς. οὕτως δολιχεύουσα ἡ φύσις τὸν αἰῶνα ἄλλας ἐπ’ ἄλλαις ἀμείβει δωρεὰς ἀνθρώπων γένει, ὧν εἰσι σύμβολα αἱ διτταὶ τῶν προκειμένων ἄρτων ἑξάδες.