Ancient Greek · ~2 min
176 to 177
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 176-3-177
Not analysed yet
ἄξιον ἐπαινεῖν καὶ τοὺς τῶν γυμνικῶν ἀγώνων ἀθλοθέτας, οἳ τῆς θέας ἀνεῖρξαν γυναῖκας, ἵνα μὴ γυμνουμένοις ἀνδράσι παρατυγχάνουσαι τὸ δόκιμον αἰδοῦς νόμισμα παρακόπτωσιν ἀλογοῦσαι φύσεως θεσμῶν, οὓς ὥρισεν ἑκατέρῳ τμήματι τοῦ γένους ἡμῶν. οὐδὲ γὰρ ἄνδρας, ἀποτιθεμένων ἐσθῆτας γυναικῶν, ἐμπρεπὲς παρατυγχάνειν, ἀλλ’ ἑκατέρους τὰς τῶν ἑτέρων ὄψεις ἐκτρέπεσθαι γυμνουμένων τοῖς τῆς φύσεως βουλήμασιν ἑπομένους. εἶθ’ ὧν ἡ ὄψις ἐπίληπτος, οὐ πολὺ μᾶλλον αἱ χεῖρες ὑπαίτιοι; ὀφθαλμοὶ μὲν γὰρ καὶ ἃ μὴ βουλόμεθα πολλάκις ὁρᾶν ἀπελευθεριάζοντες ἀποβιάζονται, χεῖρες δ’ ἐν τῇ τῶν ὑπηκόων τάξει τεταγμέναι μερῶν πειθαρχοῦσαι τοῖς ἡμετέροις ἐπιτάγμασιν ὑπηρετοῦσιν.