Ancient Greek
178 to 179
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 178-2-179
Not analysed yet
εἰ δὲ τοῦ ἐλάττονος εἰκών ἐστιν ἡ καλλιστεύουσα τῶν ἐν οὐρανῷ σφαῖρα ἡ ζῳοφόρος, τίνος ἂν εἴη παράδειγμα τὸ κρεῖττον, ἡ πεντηκοντάς, ἢ πάντως ἀμείνονος φύσεως; περὶ ἧς οὐ καιρὸς λέγειν· αὔταρκες γὰρ ἐν τῷ παρόντι σεσημειῶσθαι τὴν διαφορὰν ὑπὲρ τοῦ μὴ ἐν παρέργῳ προηγούμενον ἔργον τίθεσθαι. Πρόσρησιν δ’ ἔλαχεν ἡ κατὰ τὸν πεντηκοστὸν ἀριθμὸν ἐνισταμένη ἑορτὴ πρωτογεννημάτων, ἐν ᾗ δύο ἐζυμωμένους ἄρτους ἐκ πυροῦ γεγονότας ἔθος προσφέρειν ἀπαρχὴν σίτου, τῆς ἀρίστης τροφῆς. ὠνομάσθη δὲ πρωτογεννημάτων ἢ διότι, πρὶν εἰς τὴν ἀνθρώπων χρῆσιν ἐλθεῖν τὸν ἐπέτειον καρπόν, τοῦ νέου σίτου τὸ πρῶτον γέννημα καὶ ὁ πρῶτος παραφανεὶς καρπὸς ἀπαρχὴ προσάγεται —