Ancient Greek · ~5 min
18 to 22
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 18-22
Not analysed yet
ἐῶ λέγειν τὰς τῶν βασιλέων μεγάλας καὶ ὑπερόγκους εὐπραγίας, οἷς ἀγώνισμα πρῶτον εὐθὺς ἅμα τῇ παραλήψει τῆς ἡγεμονίας τὸ μέγιστον ἄγος, ἀδελφοκτονία, μαντευομένων τὴν ἐκ τῶν ἀδελφῶν γενησομένην ἴσως ἐπίθεσιν ὑπὲρ τοῦ δοκεῖν εὐλόγως κτείνειν. ἅπερ μοι δοκεῖ πάντα συμβαίνειν διὰ τὰς ἀναρμόστους υἱῶν πρὸς μητέρας ὁμιλίας, τῆς ἐφόρου τῶν ἀνθρωπείων δίκης ἀμυνομένης τῶν ἀνοσιουργημάτων τοὺς ἀσεβοῦντας· ἀσεβοῦσι δ’ οὐχ οἱ δρῶντες μόνον, ἀλλὰ καὶ ὅσοι τοῖς δρῶσιν ἑκουσίῳ γνώμῃ συνεπιγράφονται. τοσαύτην δὲ ὁ ἡμέτερος νόμος φυλακὴν πεποίηται τοῦ πράγματος, ὥστε οὐδὲ προγονῷ τελευτήσαντος πατρὸς ἄγεσθαι μητρυιὰν ἐφῆκε, διά τε τὴν εἰς τὸν πατέρα τιμὴν καὶ διότι μητρυιᾶς καὶ μητρὸς ὄνομα συγγενές, εἰ καὶ μὴ τὸ τῆς ψυχῆς συνῳδὸν πάθος· ὁ γὰρ ἀλλοτρίας ἀπέχεσθαι διδαχθείς, ὅτι μητρυιὰ προσερρήθη, πολὺ μᾶλλον ἀφέξεται τῆς φύσει μητρός· καὶ εἴ τις διὰ τὴν ἐπὶ τῷ πατρὶ μνήμην αἰδεῖται τὴν ἐκείνου ποτὲ γενομένην γυναῖκα, δῆλός ἐστιν ἕνεκα τῆς εἰς ἀμφοτέρους τοὺς γονεῖς τιμῆς οὐδὲν βουλευσόμενος ἐπὶ τῇ μητρὶ νεώτερον, ἐπεὶ καὶ σφόδρα ἐστὶν εὔηθες ἡμίσει μέρει τοῦ γένους χαριζόμενον ὁλοκλήρου καὶ παντελοῦς ὀλιγωρεῖν δοκεῖν. Ἑξῆς ἐστι παράγγελμα μηδ’ ἀδελφὴν ἐγγυᾶσθαι, πάνυ σπουδαῖον καὶ συντεῖνον εἰς ἐγκράτειαν ὁμοῦ καὶ εὐκοσμίαν. ὁ μὲν οὖν Ἀθηναῖος Σόλων ὁμοπατρίους ἐφεὶς ἄγεσθαι τὰς ὁμομητρίους ἐκώλυσεν, ὁ δὲ Λακεδαιμονίων νομοθέτης ἔμπαλιν τὸν ἐπὶ ταῖς ὁμογαστρίοις γάμον ἐπιτρέψας τὸν πρὸς τὰς ὁμοπατρίους ἀπεῖπεν·