Ancient Greek
181 to 183
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 181-183
Not analysed yet
Ἐν δὲ τῷ πρώτῳ καιρῷ—πρῶτον δὲ καιρὸν τὴν ἐαρινὴν ὥραν καὶ ἰσημερίαν καλεῖ—προστάξας ἑπτὰ ἡμέρας ἑορτὴν ἄγειν τὴν ἐπικαλουμένην τῶν ἀζύμων ἰσοτίμους ἀπέφηνε πάσας ἐν ταῖς ἱερουργίαις· δέκα γὰρ ὅσα καὶ ταῖς νουμηνίαις θύειν καθ’ ἑκάστην κελεύει, τὰ σύμπαντα ὁλόκαυτα, δίχα τῶν περὶ πλημμελείας, ἀριθμὸν ἑβδομήκοντα. τὸν γὰρ αὐτὸν ἔχειν ᾠήθη λόγον πρὸς μῆνα νουμηνίαν ὃν πρὸς ἰσημερίαν ἑβδόμῳ μηνὶ γινομένην τὰς ἑπτὰ τῆς ἑορτῆς ἡμέρας, ἵν’ ἀποφήνῃ καὶ τὴν ἀρχὴν ἑκάστου μηνὸς ἱερὰν καὶ ἀθρόων τῶν ἑπτὰ τὰς ἰσαρίθμους ταῖς νουμηνίαις ἡμέρας. Μεσοῦντος δὲ ἔαρος ἄμητος ἐνίσταται, καθ’ ὃν καιρὸν χαριστήρια μὲν ἀνάγεται τῷ θεῷ τῆς πεδιάδος ἐπὶ τῷ πλήρη τὸν καρπὸν ἐνηνοχέναι καὶ τὰ θέρη συγκομίζεσθαι, δημοτελεστάτη δ’ ἄγεται ἑορτὴ προσαγορευομένη πρωτογεννημάτων ἐτύμως ἀπὸ τοῦ συμβεβηκότος, ἐπειδὴ τῶν γεννημάτων τὰ πρῶτα, αἱ ἀπαρχαί, τότε καθιεροῦνται.