Ancient Greek · ~5 min
185 to 188
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 185-2-188
Not analysed yet
τὰς μὲν οὖν χρείας καὶ ὠφελείας, ἃς παρέχουσι τῷ γένει ἡμῶν ὀφθαλμοί, μακρὸν ἂν εἴη καταριθμεῖσθαι· μίαν δὲ τὴν ἀρίστην λεκτέον. φιλοσοφίαν ὤμβρησε μὲν ὁ οὐρανός, ἐχώρησε δὲ ὁ ἀνθρώπινος νοῦς, ἐξενάγησε δὲ ὄψις· πρώτη γὰρ αὕτη κατεῖδε τὰς λεωφόρους ἐπ’ αἰθέρος ὁδούς. ἀγαθῶν δέ, ὅσα πρὸς ἀλήθειαν ἀγαθά, πηγὴ φιλοσοφία· ἧς ὁ μὲν ἀρυτόμενος εἰς κτῆσιν καὶ χρῆσιν ἀρετῆς ἐπαινετός, ὁ δ’ ἕνεκα πανουργίας καὶ τοῦ κατασοφίσασθαί τινα ψεκτός· ἔοικε γὰρ ὁ μὲν ἀνδρὶ συμποτικῷ καὶ ἑαυτὸν καὶ τοὺς συνεστιωμένους πάντας εὐφραίνοντι, ὁ δὲ τῷ τὸν ἄκρατον εἰς παροινίαν καὶ ὕβριν ἑαυτοῦ τε καὶ τῶν πλησίον ἐμφορουμένῳ. ὅτῳ δ’ οὖν τρόπῳ φιλοσοφίαν ἐξενάγησεν ὄψις, ἤδη λεκτέον. ἀναβλέψασα εἰς αἰθέρα κατεῖδεν ἥλιον καὶ σελήνην καὶ πλάνητας καὶ ἀπλανεῖς ἀστέρας, τὴν ἱεροπρεπεστάτην οὐρανοῦ στρατιάν, κόσμον ἐν κόσμῳ, εἶτ’ ἀνατολὰς καὶ δύσεις καὶ χορείας ἐμμελεῖς καὶ τεταγμέναις χρόνων περιόδοις συνόδους, ἐκλείψεις, ἐπιλάμψεις, εἶτ’ αὐξήσεις καὶ μειώσεις σελήνης, ἡλίου κινήσεις τὰς κατὰ πλάτος, ἀπὸ μὲν τῶν νοτίων ἐπὶ τὰ βόρεια προσιόντος, ἀπὸ δὲ τῶν βορείων ἐξαναχωροῦντος πρὸς τὰ νότια, εἰς καιρῶν τῶν ἐτησίων γένεσιν, οἷς τὰ πάντα τελεσφορεῖται, καὶ πρὸς τούτοις μυρία ἄλλα θαυμάσια· καὶ περιαθρήσασα κατά τε γῆν καὶ κατὰ θάλατταν καὶ ἀέρα τάδε πάντα τῷ νῷ μετὰ σπουδῆς ἐπεδείξατο.