Ancient Greek · ~2 min
ΠΕΡΙ ΤΩΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ EN ΕΙΔΕΙ ΝΟΜΩΝ ΕΙΣ TPIA ΓΕΝΗ ΤΩΝ ΔΕΚΑ ΛΟΓΙΩΝ, TO ΟΓΔΟΟΝ ΚΑΙ TO ENATON ΚΑΙ TO ΔΕΚΑΤΟΝ, TO ΠΕΡΙ ΤΟΥ MH ΚΛΕΠΤΕΙΝ ΚΑΙ ΨΕΥΔΟΜΑΡΤΓΡΕΙΝ KAI ΜΗ ΕΠΙΘΥΜΕΙΝ, ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΕΙΣ ΕΚΑΣΤΟΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ, ΚΑΙ ΠΕΡΙ ΔΙΚΑΙΟΣΥΝΗΣ, Η ΠΑΣΙ ΤΟΙΣ ΔΕΚΑ ΛΟΓΙΟΙΣ ΕΦΑΡΜΟΖΕΙ, Ο ΕΣΤΙ ΤΗΣ ΟΛΗΣ ΣΥΝΤΑΞΕΩΣ
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 186-2
Not analysed yet
φθάνει δὲ τὸ τῆς ἀρχῆς εἶδος καὶ διαδέδυκεν, ὀλίγου δέω φάναι, πρὸς ἅπαντα τὰ τοῦ βίου μέρη, διαφέρον αὐτὸ μόνον μεγέθει καὶ τῷ ποσῷ. ὅπερ γὰρ πόλεως βασιλεύς, τοῦτο καὶ κώμης ὁ πρῶτος καὶ οἰκίας δεσπότης καὶ νοσούντων ἰατρός, καὶ στρατοπέδου μὲν στρατηγός, ναύαρχος δ’ ἐπιβατικοῦ καὶ πληρωμάτων, καὶ πάλιν φορτίδων μὲν καὶ ὁλκάδων ναύκληρος, κυβερνήτης δὲ πλωτήρων· οἳ πάντες δύνανται μὲν ἄμφω τό τε εὖ καὶ τὸ χεῖρον, βούλεσθαι δ’ ὀφείλουσι τὸ ἄμεινον· τὸ ἄμεινον δ’ ἐστὶν ὠφελεῖν ἀλλὰ μὴ βλάπτειν ὅσους ἂν οἷόν τε ᾖ.