Ancient Greek · ~2 min
Περὶ περιτομῆς.
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 188
Not analysed yet
τὰς μὲν οὖν ὡς ἑορτῆς θυσίας ἰσαρίθμους ἀπέφηνε ταῖς τῶν ἱερομηνιῶν, μόσχον καὶ κριὸν καὶ ἑπτὰ ἄρνας, ἀνακερασάμενος μονάδα ἑβδομάδι καὶ πρὸς ἀρχὴν τὸ τέλος ἀπευθύνας—τέλος μὲν γὰρ ἔργων ἑβδομάς, ἀρχὴν δὲ μονὰς κεκλήρωται —,τὰς δ’ ὡς καθάρσεως τρεῖσ· προστάττει γὰρ δύο χιμάρους ἀνάγειν καὶ κριόν, εἶτά φησι δεῖν τὸν μὲν ὁλοκαυτοῦν, διακληροῦν δὲ τοὺς χιμάρους, καὶ τὸν μὲν λαχόντα τῷ θεῷ θύειν, τὸν δ’ ἕτερον εἰς ἀτριβῆ καὶ ἄβατον ἐρημίαν ἐκπέμπειν ἐφ’ ἑαυτῷ κομίζοντα τὰς ὑπὲρ τῶν πλημμελησάντων ἀράς, οἳ μεταβολαῖς ταῖς πρὸς τὸ βέλτιον ἐκαθάρθησαν, εὐνομίᾳ καινῇ παλαιὰν ἀνομίαν ἐκνιψάμενοι.