Ancient Greek · ~6 min
196 to 201
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 196-3-201
Not analysed yet
προὐνόησεν οὖν ὁ νόμος τοῦ μήτε τὸν ἐπιβεβουλευκότα ἀθῷον ἀφεθῆναι μήτε τὸν πεπηρωμένον προσαδικηθῆναι κελεύσας, εἴ τις ἐκκόψειε θεράποντος ὀφθαλμόν, ἀνενδοιάστως ἐλευθερίας μεταδιδόναι. οὕτως γὰρ ὁ μὲν ἀνθ’ ὧν ἔδρασε διττὴν ἐνδέξεται ζημίαν, ἅμα τῇ τιμῇ καὶ τὴν ὑπηρεσίαν ἀφαιρεθείς, καὶ τρίτον ἑκατέρου τῶν λεχθέντων χαλεπώτερον, ἀναγκαζόμενος ἐν τοῖς μεγίστοις εὐεργετεῖν ἐχθρόν, ὃν ἴσως ηὔχετο κακοῦν ἀεὶ δύνασθαι, ὁ δὲ ἀνθ’ ὧν ὑπέμεινε παρηγορίαν ἕξει διπλῆν, οὐ μόνον ἐλευθερωθεὶς ἀλλὰ καὶ ἀργαλέον καὶ ὠμὸν δεσπότην ἐκφυγών. Προστάττει δὲ κἂν εἴ τις ὀδόντα θεράποντος ἐκκόψειεν, ἐλευθερίαν χαρίζεσθαι τῷ θεράποντι. διὰ τί; ὅτι ζωὴ μὲν τίμιον, ὄργανα δὲ ζωῆς ἐτεκτήνατο ἡ φύσις ὀδόντας, οἷς τὴν τροφὴν οἰκονομεῖσθαι συμβέβηκεν. ὀδόντες δὲ οἱ μέν εἰσι τομίαι τῷ τέμνειν σιτία καὶ ὅσα ἄλλα ἐδώδιμα, διὰ τοῦτο ταύτης τῆς προσηγορίας ἀξιωθέντες, οἱ δὲ μύλαι τῷ τὰ διατμηθέντα εἰς μείονα λεαίνειν δύνασθαι. παρ’ ἣν αἰτίαν ὁ ποιητὴς καὶ πατὴρ οὐδὲν εἰωθὼς δημιουργεῖν, ὃ μὴ πρός τινι τέτακται χρείᾳ, τοὺς ὀδόντας οὐχ ὥσπερ τῶν ἄλλων μερῶν ἕκαστον κατὰ τὴν πρώτην γένεσιν εὐθὺς εἰργάζετο, διανοηθεὶς ὅτι βρέφει μὲν γαλακτοτροφεῖσθαι μέλλοντι περιττὸν ἄχθος γενήσονται, μαστοῖς δὲ πηγάζουσιν, οἷς ἄρδεται ἡ τροφή, χαλεπὴ ζημία κατὰ τὴν ὁλκὴν τοῦ γάλακτος ὀδαξωμένοις. τὸν ἐπιτήδειον οὖν καιρὸν προϊδόμενος—ἔστι δ’ οὗτος, ἡνίκα τὸ βρέφος ἀπότιτθον γίνεται—τὴν ἔκφυσιν τῶν ὀδόντων, ἣν ἐταμιεύσατο πρότερον, ἀνέφηνεν, ὅτε δύναται ἤδη τῆς τελειοτέρας ἀνέχεσθαι τροφῆς ὀργάνων ὧν εἶπον δεομένης τὴν διὰ τοῦ γάλακτος ἀποστρεφόμενον. ἐὰν οὖν τις εἴξας ἀλαζονείᾳ θεράποντος ὀδόντα ἐκκόψῃ τὸν ὑπηρέτην καὶ ὑποδιάκονον τῶν ἀναγκαιοτάτων, τροφῆς τε καὶ ζωῆς, ἐλευθερούτω τὸν ἀδικηθέντα, στερόμενος καὶ αὐτὸς τῆς ἐκ τοῦ πεπονθότος λατρείας τε καὶ ὑπηρεσίας.