Ancient Greek · ~5 min
197 to 200
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 197-200
Not analysed yet
τὴν μὲν ὁλόκαυτον δι’ αὐτὸν μόνον τὸν θεόν, ὃν καλὸν τιμᾶσθαι, μὴ δι’ ἕτερον, τὰς δ’ ἄλλας δι’ ἡμᾶς, τὴν μὲν σωτήριον ἐπὶ σωτηρίᾳ καὶ βελτιώσει τῶν ἀνθρωπίνων πραγμάτων, τὴν δὲ περὶ ἁμαρτίας ἐπὶ θεραπείᾳ ὧν ἐπλημμέλησεν ἡ ψυχή. Λεκτέον δὲ περὶ ἑκάστης τὰ νομοθετηθέντα τὴν ἀρχὴν ποιησαμένους ἀπὸ τῆς ἀρίστης· ἀρίστη δ’ ἐστὶν ἡ ὁλόκαυτος. ἔστω δή, φησί, πρῶτον μὲν τὸ ἱερεῖον ἄρρεν, ἐκ τῶν πρὸς τὰς θυσίας ἀριστίνδην ζῴων ἐπικριθέντων, μόσχος ἢ ἀμνὸς ἢ ἔριφος· ἔπειτα δ’ ἀπονιψάμενος ὁ προσάγων τὰς χεῖρας ἐπιφερέτω τῇ τοῦ ἱερείου κεφαλῇ· καὶ μετὰ ταῦτα λαβών τις τῶν ἱερέων καταθυέτω καὶ φιάλην ἕτερος ὑποσχὼν καὶ δεξάμενος τοῦ αἵματος ἐν κύκλῳ περιϊὼν τὸν βωμὸν ἐπιρραινέτω, καὶ τὸ ἱερεῖον ἀποδαρὲν εἰς ὁλόκληρα μέλη διανεμέσθω, κοιλίας ἀποπλυνομένης καὶ ποδῶν· εἶτα σύμπαν τῷ ἱερῷ πυρὶ τοῦ βωμοῦ παραδιδόσθω, γεγονὸς καὶ ἐξ ἑνὸς πολλὰ καὶ ἐκ πολλῶν ἕν. ταῦτα μὲν ἡ ῥητὴ πρόσταξις περιέχει. μηνύεται δὲ καὶ νοῦς ἕτερος αἰνιγματώδη λόγον ἔχων τὸν διὰ συμβόλων· σύμβολα δ’ ἐστὶ τὰ λεχθέντα φανερὰ ἀδήλων καὶ ἀφανῶν. ἄρρεν εὐθέως τὸ ὁλόκαυτον ἱερεῖον, ἐπειδὴ τοῦ θήλεος καὶ τελειότερον καὶ ἡγεμονικώτερον καὶ συγγενέστερον αἰτίῳ δραστικῷ· τὸ γὰρ θῆλυ ἀτελές, ὑπήκοον, ἐν τῷ πάσχειν μᾶλλον ἢ ποιεῖν ἐξεταζόμενον.